19
αὐτοῦ κατορθώματα τὸν τύραννον, τὸν πατραλοίαν, τὸν ἀδελφοκτόνον, τὸν ὑβριστὴν, τὸν μαινόμενον, ἀντ' αὐτοῦ τὴν αὐτοῦ ἔχοντα βασιλείαν, οὐδὲ οὕτως ἐσκανδαλίζετο· ἀλλ', Ἂν τῷ Θεῷ ταῦτα δοκῇ, φησὶν, ἐμὲ μὲν ἐλαύνεσθαι καὶ πλανᾶσθαι καὶ φεύγειν, ἐκεῖνον δὲ εἶναι ἐν τιμῇ, στέργω καὶ δέχομαι, καὶ χάριν ἔχω τῶν μυρίων αὐτοῦ κακῶν. Οὐχ ὡς πολλοὶ τῶν ἀναισχύντων καὶ ἰταμῶν, οὐδὲ τὸ πολλοστὸν κατορθοῦντες τῶν ἐκείνῳ κατωρθωμένων, ἂν ἴδωσί τινας ἐν εὐημερίαις ὄντας, ἑαυτοὺς δὲ μικρὰν ὑπομείναντας 57.40 ἀθυμίαν, μυρίαις τὰς ἑαυτῶν ψυχὰς ἀπολλύουσι βλασφημίαις. Ἀλλ' οὐχ ὁ ∆αυῒδ τοιοῦτος, ἀλλὰ πᾶσαν ἐπεδείκνυτο ἐπιείκειαν. ∆ιὸ καὶ ἔλεγεν ὁ Θεός· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Τοιαύτην καὶ ἡμεῖς κτησώμεθα ψυχὴν, καὶ ὅπερ ἂν πάθωμεν, οἴσομεν ῥᾳδίως, καὶ πρὸ τῆς βασιλείας ἐντεῦθεν καρπωσόμεθα τῆς ταπεινοφροσύνης τὴν πρόσοδον. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ἵν' οὖν ἀπολαύσωμεν ἀναπαύσεως, καὶ ἐνταῦθα καὶ ἐκεῖ, μετὰ πολλῆς τῆς σπουδῆς τὴν πάντων μητέρα τῶν ἀγαθῶν, τὴν ταπεινοφροσύνην λέγω, ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς. Οὕτω γὰρ καὶ τὸ τοῦ βίου τούτου πέλαγος χωρὶς κυμάτων δυνησόμεθα διαβῆναι, καὶ εἰς τὸν γαληνὸν ἐκεῖνον καταπλεῦσαι λιμένα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.39 ΟΜΙΛΙΑ ∆ʹ. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως ∆αυῒδ,
γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ ∆αυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ
Χριστοῦ, γενεαὶ δεκατέσσαρες. αʹ. Εἰς τρεῖς διεῖλε μερίδας τὰς γενεὰς ἁπάσας, δεικνὺς ὅτι οὐδὲ τῶν
πολιτειῶν μεταβληθεισῶν ἐγένοντο βελτίους, ἀλλὰ καὶ ἀριστοκρατούμενοι, καὶ βασιλευόμενοι, καὶ ὀλιγαρχούμενοι, ἐν τοῖς αὐτοῖς ἦσαν κακοῖς· καὶ οὔτε δημαγωγῶν, οὔτε ἱερέων, οὔτε βασιλέων αὐτοὺς διεπόντων, ἔσχον τι πλέον εἰς ἀρετῆς λόγον. Τίνος δὲ ἕνεκεν ἐν μὲν τῇ μέσῃ μερίδι τρεῖς παρέδραμε βασιλεῖς, ἐν δὲ τῇ ἐσχάτῃ δώδεκα θεὶς γενεὰς, δεκατέσσαρας αὐτὰς εἶναι ἔφησε; Τὸ μὲν πρότερον ὑμῖν ἀφίημι ζητεῖν· οὐδὲ γὰρ πάντα ἐπιλύειν ὑμῖν ἀναγκαῖον, ἵνα μὴ ἀναπέσητε· τὸ δὲ δεύτερον ἡμεῖς ἐροῦμεν. Ἐμοὶ γὰρ ἐνταῦθα δοκεῖ καὶ τὸν χρόνον τῆς αἰχμαλωσίας ἐν τάξει γενεᾶς τιθέναι, καὶ αὐτὸν τὸν Χριστὸν, πανταχόθεν συνάπτων ἡμῖν αὐτόν. Ἀναμιμνήσκει δὲ καὶ τῆς αἰχμαλωσίας ἐκείνης καλῶς, δηλῶν ὅτι οὐδὲ ἐκεῖ κατελθόντες, ἐγένοντο σωφρονέστεροι· ὥστε πάντοθεν ἀναγκαίαν φανῆναι τὴν αὐτοῦ παρουσίαν. Τί οὖν ὁ Μάρκος, φησὶν, οὐ ποιεῖ τοῦτο, οὐδὲ γενεαλογεῖ τὸν Χριστὸν, ἀλλ' ἐπιτόμως ἅπαντα φθέγγεται; Ἐμοὶ δοκεῖ ὁ μὲν Ματθαῖος πρὸ τῶν ἄλλων ἦρχθαι τοῦ πράγματος· διὸ καὶ τὴν γενεαλογίαν τίθησι μετὰ ἀκριβείας, καὶ πρὸς τὰ κατεπείγοντα ἵσταται· ὁ δὲ Μάρκος μετ' ἐκεῖνον, διὸ ἐπὶ σύντομον ἦλθεν ὁδὸν, ἅτε τοῖς ἤδη λεχθεῖσι καὶ δήλοις 57.40 ἔθνος, οἷς καὶ μᾶλλον προσεῖχεν ὁ τῶν Ἰουδαίων δῆμος. ∆ιόπερ ἀναγκαῖος οὗτος τῶν προοιμίων ὁ τρόπος ἦν παρ' αὐτοῖς. Εἰ δέ ποτε καὶ ἐγένετο σημεῖα, τῶν βαρβάρων ἕνεκεν ἐγένετο, ὥστε πολλοὺς γενέσθαι τοὺς προσηλύτους, καὶ εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ δυνάμεως, εἴ ποτε αὐτοὺς οἱ πολέμιοι λαβόντες, ὡς τῶν παρ' αὐτοῖς θεῶν ἰσχυρῶν ὄντων, ἐνόμισαν κεκρατηκέναι· καθάπερ ἐν Αἰγύπτῳ, ὅθεν καὶ πολὺς ὁ σύμμικτος ἀνέβη· καὶ μετὰ ταῦτα ἐν Βαβυλῶνι, τὰ κατὰ τὴν κάμινον καὶ τὰ ὀνείρατα. Ἐγένετο δὲ καὶ ἡνίκα καθ' ἑαυτοὺς ἦσαν, σημεῖα ἐν τῇ ἐρήμῳ, καθάπερ καὶ ἐφ' ἡμῶν· καὶ γὰρ καὶ ἐφ' ἡμῶν, ἡνίκα τῆς πλάνης ἐξῄειμεν, πολλὰ θαύματα ἐδείχθη· μετὰ δὲ ταῦτα ἔστη, πανταχοῦ