1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

20

λογισμῶν ἐπήρεια διὰ τὴν τοῦ προσπολεμοῦντος ἀναίδειαν, οὐδὲ οὕτως ἀπαγορεύειν, οὐδὲ ἡμιέργους τοὺς ἀγῶνας καταλιμπάνειν προσήκει· ἀλλὰ μέχρι τοσούτου καρτερεῖν, μέχρις ἂν ὁ Θεὸς, τὴν ἡμε τέραν ἔνστασιν θεασάμενος, τὴν χάριν τοῦ Πνεύμα τος ἐπιλάμψῃ, τὸν μὲν ἐπίβουλον φυγαδεύουσαν, τὴν δὲ διάνοιαν ἡμῶν καθαίρουσαν, καὶ θείου φωτὸς ἐμ πιπλῶσαν, καὶ ἀκυμάντῳ γαλήνῃ τὸν λογισμὸν τῷ Θεῶ λατρεύειν μετ' εὐφροσύνης παρέχουσαν.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Πρὸς τοὺς ἐν κοινοβίῳ κανονικούς.

Περὶ μὲν οὖν τοῦ καθέκαστον ἀσκητοῦ, καὶ τοῦ τὸν μονήρη βίον

ἀσπασαμένου, ἐν τοῖς ἔμπροσθεν, ὡς ἐνῆν, δεδηλώκαμεν· ὅπως, τήν τε ψυχὴν πρὸς τὸ καλὸν ἐξασκῶν, καὶ τὸ σῶμα πρὸς τὸ δέον οἰκονο μῶν, δύναιτ' ἂν ἡμῖν τὸν ἀκριβῆ χαρακτηρίσαι φι λόσοφον· ἐπεὶ δὲ οἱ πλεῖστοι τῶν ἀσκητῶν κατὰ συστήματα πολιτεύονται, ἀλλήλοις τὰ φρονήματα πρὸς ἀρετὴν παραθήγοντες, καὶ τῇ τῶν κατορθωμά των ἀντιπαραθέσει παρορμῶντες ἑαυτοὺς ἐπὶ τὴν τοῦ καλοῦ προκοπὴν, δίκαιον ᾠήθημεν, καὶ τούτοις τὴν διὰ τῶν λόγων παράκλησιν εἰσενέγκασθαι. Χρὴ δὲ, πρότερον ἐγνωκότας αὐτοὺς, ὁπόσου καὶ πηλίκου μεταποιοῦνται καλοῦ, οὕτω τὴν ἐπὶ τοῦτο προ τροπὴν ὑποδέξασθαι, ἵνα προθυμίαν καὶ σπουδὴν ἐξίαν τῆς τοῦ κατορθώματος ἀρετῆς ἐπιδείξωνται. Πρῶτον μὲν οὖν ἐπὶ τὸ κατὰ φύσιν καλὸν ἐπαν έρχονται, τὴν κοινωνίαν καὶ τὴν συνδιαίτησιν ἀσπα ζόμενοι. Κοινωνίαν γὰρ βίου τελεωτάτην ἐγὼ καλῶ, ἐν ᾗ κτήσεως μὲν ἰδιότης ἐξώρισται, γνώμης δὲ ἐναντίωσις ἀπελήλαται, ταραχὴ δὲ πᾶσα, καὶ φιλο νεικία, καὶ ἔριδες ἐκ ποδῶν ἑστήκασι· κοινὰ δὲ τὰ σύμπαντα, ψυχαὶ, γνῶμαι, σώματα, καὶ ὅσοις τὰ σώματα τρέφεται καὶ θεραπεύεται· κοινὸς ὁ Θεὸς, κοινὸν τὸ τῆς εὐσεβείας ἐμπόρευμα, κοινὴ ἡ σωτη ρία, κοινὰ τὰ ἀγωνίσματα, κοινοὶ οἱ πόνοι, κοινοὶ οἱ στέφανοι, εἷς οἱ πολλοὶ, καὶ ὁ εἷς οὐ μόνος, ἀλλ' ἐν πλείοσι. Τί ταύτης τῆς πολιτείας ἴσον; τί δὲ μα καριώτερον; τί τῆς συναφείας καὶ τῆς ἑνώσεως ἀκριβέστερον; τί τῆς τῶν ἠθῶν καὶ τῶν ψυχῶν συγκράσεως χαριέστερον; Ἄνθρωποι ἐκ διαφόρων 31.1384 γενῶν καὶ χωρῶν κινηθέντες εἰς τοσαύτην ἀκρίβειαν 31.1384 ταυτότητος συνηρμόσθησαν, ὥστε μίαν ψυχὴν ἐν πολλοῖς σώμασι θεωρεῖσθαι, καὶ τὰ πολλὰ σώματα μιᾶς γνώμης ὄργανα δείκνυσθαι. Ὁ ἀσθενῶν τὸ σῶμα πολλοὺς ἔχει τῇ διαθέσει συγκάμνοντας· ὁ νοσῶν καὶ καταπίπτων τῇ ψυχῇ πολλοὺς ἔχει τοὺς ἰωμένους καὶ συνδιανιστῶντας αὐτόν. Ἀλλήλων ἰσό δουλοι, ἀλλήλων κύριοι, καὶ ἐν τῇ ἀμάχῳ ἐλευθερίᾳ τὴν ἀκριβεστέραν δουλείαν ἀλλήλοις ἀντεπιδεί κνυνται, ἣν οὐκ ἀνάγκη περιστάσεως πρὸς βίαν ἐπήγαγε, πολλὴν φέρουσα τοῖς ἁλοῦσι τὴν ἀθυμίαν, ἀλλὰ γνώμης τὸ αὐθαίρετον μετ' εὐφροσύνης ἐδη μιούργησεν· ἀγάπης τοὺς ἐλευθέρους ὑποτασσούσης ἀλλήλοις, καὶ τῷ αὐθαιρέτῳ τὸ ἐλεύθερον φυλαττού σης. Τοιούτους ἡμᾶς ἐξ ἀρχῆς ὁ Θεὸς εἶναι βεβού ληται, καὶ ἐπὶ τούτοις ἐδημιούργησεν. Οὗτοι τὸ ἀρχαῖον ἀνακαλοῦνται καλὸν, τοῦ ἀρχιπάτορος Ἀδὰμ τὴν ἁμαρτίαν ἐπικαλύπτοντες. ∆ιαίρεσις γὰρ, καὶ διάστασις, καὶ πόλεμος οὐκ ἂν ἦν ἐν ἀν θρώποις, μὴ τῆς ἁμαρτίας διατεμούσης τὴν φύσιν. Οὗτοι ἀκριβεῖς μιμηταὶ τοῦ Σωτῆρος καὶ τῆς κατ' αὐτὸν ἐν σαρκὶ πολιτείας ὑπάρχουσιν. Ὥσπερ γὰρ ἐκεῖνος, χορὸν μαθητῶν συστησάμενος, κοινὰ τὰ πάντα, καὶ κοινὸν ἑαυτὸν τοῖς ἀποστόλοις παρέσχη κεν· οὕτω καὶ οὗτοι τῷ καθηγουμένῳ πειθόμενοι, οἵγε καλῶς τὸν κανόνα τοῦ βίου διαφυλάσσοντες, τὴν τῶν ἀποστόλων καὶ τοῦ Κυρίου πολιτείαν μετ' ἀκριβείας μεμίμηνται. Οὗτοι τὴν τῶν ἀγγέλων ζωὴν ἐζηλώκασι, τὸ κοινωνικὸν, ὥσπερ ἐκεῖνοι, δι' ἀκρι βείας φυλάξαντες. Οὐκ ἔστιν ἐν ἀγγέλοις ἔρις, οὐ φιλονεικία, οὐκ ἀμφισβήτησις ἕκαστος τὰ πάντων ἔχει, καὶ πάντες ὁλόκληρα παρ' ἑαυτοῖς τὰ καλὰ ταμιεύονται. Οὐ γάρ ἐστιν ὕλη ἐμπερίγραπτος ὁ τῶν