20
ΟΡΟΣ Λ∆ʹ. Ὅτι δεῖ τύπον τῶν καλῶν προκεῖσθαι τοῖς ἄλλοις, ἕκαστον ἐν τῷ ἰδίῳ μέτρῳ
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ
καρδίᾳ. ΠΡΟΣ ΚΟΡ. βʹ. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μα 31.756 κεδόσιν, ὅτι Ἀχαΐα μὲν παρεσκεύασται ἀπὸ πέ ρυσι, καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενή θητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ἁγίου· ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
ΟΡΟΣ ΛΕʹ. Ὅτι οἱ τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος ἐν τινι ὁρῶντες πανταχοῦ
τὸ ὁμαλὸν τῆς θεοσεβείας σώ ζοντα, καὶ μὴ τῷ ἁγίῳ Πνεύματι ἀνατιθέν τες, ἀλλὰ τῷ ἐναντίῳ ἐπιφημίζοντες, εἰς αὐτὸ τὸ ἅγιον Πνεῦμα βλασφημοῦσιν.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Τότε προσηνέχθη αὐτῷ δαιμονι ζόμενος τυφλὸς καὶ
κωφὸς, καὶ ἐθεράπευσεν αὐ τὸν, ὥστε τὸν κωφὸν καὶ τυφλὸν καὶ λαλεῖν καὶ βλέπειν. Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι, καὶ ἔλε γον· Μήτι οὗτός ἐστιν ὁ υἱὸς ∆αβίδ; Οἱ δὲ Φα ρισαῖοι, ἀκούσαντες, εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς· Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω ἐγὼ τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Οἷς ἑξῆς ἐπιφέρει· ∆ιὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφη μία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύ ματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀν θρώποις. Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.
ΟΡΟΣ Λʹ. Ὅτι τοὺς φυλάσσοντας τὸν τύπον τῆς τοῦ Κυρίου δι δασκαλίας
μετὰ πάσης σπουδῆς καὶ τιμῆς δέχε σθαι δεῖ εἰς δόξαν αὐτοῦ τοῦ Κυρίου· ὁ δὲ μὴ ἀκού σας, μηδὲ δεξάμενος, κατακρίνεται.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος
δέχεται τὸν ἀποστείλαντα με. Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἐκείνης ἢ τῆς πόλεως, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρί σεως ἢ τῇ πόλει ἐκείνῃ. ΙΩΑΝΝΗΣ. Ὁ λαμβά νων, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνε τὸν ἀποστείλαντά με. ΠΡΟΣ ΦΙΛ. Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸνἀδελφὸν, καὶ συνεργὸν, καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας 31.757 μου, πέμψαι πρὸς ὑμᾶς. Καὶ μετ' ὀλίγα· Προσδέ χεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χα ρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε. ΟΡΟΣ ΛΖʹ. Ὅτι ἡ κατὰ δύναμιν, κἂν ᾖ ἐν τοῖς ἐλαχίστοις, προθυμία εὐπρόσδεκτός ἐστι τῷ Θεῷ, κἂν παρὰ γυναικῶν ᾖ. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μα θητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. ΛΟΥΚΑΣ. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. Εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτὰ, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάν των ἔβαλεν. Ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισ σεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ· αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὑτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλεν. ΜΑΤΘΑΙΟΣ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βεθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ