1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

21

ἀγγέλων πλοῦτος, δεομένη τομῆς, ἡνίκα ἂν αὐτὴν πλείοσιν ἐπινέμεσθαι δέῃ· ἀλλ' ἄϋλος ἡ κτῆσις, καὶ διανοίας ὁ πλοῦτος. Καὶ διὰ τοῦτο παρ' ἑκάστοις ὁλόκληρα τὰ καλὰ μένοντα πάντας ἰσοτίμως πλουσίους ἐργάζεται, ἀναμφισβήτητον αὐτοῖς καὶ ἄμαχον τὴν οἰκείαν κτῆ σιν παρέχοντα. Θεωρία γὰρ τοῦ ἀνωτάτου καλοῦ, καὶ ἀρετῶν σαφεστάτη κατάληψις, τῶν ἀγγέλων ἐστὶ θησαύρισμα, πρὸς ἃ βλέπειν ἅπασιν ἔξεστιν, ὁλόκληρον αὐτῶν τὴν γνῶσιν καὶ τὴν κτῆσιν ἑκάστου λαμβάνοντος. Τοιοῦτοι οἱ κατὰ ἀλήθειαν ἀσκηταὶ, οὐ τῶν γηίνων μεταποιούμενοι, ἀλλὰ τῶν οὐρανίων ἀμ φισβητοῦντες, καὶ ἀμερίστοις διανομαῖς τὰ αὐτὰ οἱ πάντες παρ' ἑαυτοῖς ἕκαστος ὁλόκληρα θησαυρίζον τες. Ἀρετῆς γὰρ ἡ κτῆσις, καὶ κατορθωμάτων ὁ πλοῦτος, καὶ πλεονεξία ἐπαινετὴ, καὶ ἀδάκρυτος ἁρπαγὴ, καὶ ἀπληστία στεφανουμένη, καὶ ὁ μὴ βια ζόμενος ἔνοχος. Πάντες ἁρπάζοντες, καὶ οὐδεὶς ἀδι κούμενος, καὶ διὰ τοῦτο εἰρήνη τῷ πλούτῳ βρα βεύουσα. Οὗτοι τῆς ἐπηγγελμένης βασιλείας τὰ ἀγαθὰ προαρπάζουσι, τὴν ἐνάρετον ἑαυτῶν πολιτείαν καὶ κοινωνίαν ἀκριβὲς μίμημα τῆς ἐκεῖσε διαγωγῆς 31.1385 καὶ καταστάσεως παριστῶντες. Οὗτοι τὴν ἀκτησίαν τελείως κατώρθωσαν, οὐδὲν ἴδιον ἔχοντες, ἀλλήλων δὲ τὰ πάντα. Ἡλίκων ἡμῖν ἀγαθῶν ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις πρόξενος γέγονε, σαφῶς οὗτοι τῷ βίῳ τῶν ἀνθρώπων ὑπέδειξαν, τὴν διεῤῥωγυῖαν τῶν ἀν θρώπων φύσιν, καὶ εἰς μυρία κατατμηθεῖσαν, τό γε ἐπ' αὐτοῖς, πάλιν συνάγοντες πρὸς ἑαυτήν τε καὶ πρὸς τὸν Θεόν. Τοῦτο γὰρ τὸ κεφάλαιον τῆς τοῦ Σωτῆρος κατὰ σάρκα οἰκονομίας, ἵνα τὴν ἀνθρωπί νην φύσιν πρὸς ἑαυτήν τε καὶ πρὸς ἑαυτὸν συναγάγῃ, καὶ τὴν πονηρὰν κατατομὴν ἐξελὼν, τὴν ἀρχαίαν ἀνακαλέσηται ἕνωσιν· καθάπερ τις ἄριστος ἰατρὸς σῶμα κατὰ πολλὰ μέρη διαιρεθὲν φαρμάκοις σωτη ρίοις ἀνασυνδέων. Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα φιλοτιμήσωμαί τι, καὶ τοῖς λόγοις ἐπάρω τὰ τῶν κοινοβιακῶν κατ ορθώματα (οὐ γὰρ τοσαύτη δύναμις τῶν ἐμῶν λόγων, ὥστε τὰ μεγάλα σεμνύνειν, τοὐναντίον δὲ μᾶλλον καὶ ἀμαυροῦν τῇ περὶ τὴν διήγησιν ἀσθενείᾳ), ἀλλ' ἵνα, ὡς οἷόν τε, διέλθω καὶ ἐπιδείξω τὸ τοῦ κατ ορθώματος ὕψος καὶ μέγεθος. Τί γὰρ ἂν εἰς ἴσον ἔλθοι τῷ καλῷ τούτῳ διὰ συγκρίσεως; Ὅπου γὰρ πατὴρ μὲν εἷς μιμούμενος τὸν ἄνω Πατέρα, παῖδες δὲ πολλοὶ νικᾷν ἐσπουδακότες ἀλλήλους ταῖς περὶ τὸν προστάτην εὐνοίαις, παῖδες πρὸς ἑαυτούς τε ὁμονοοῦντες, καὶ τὸν πατέρα ταῖς ἐναρέτοις πράξεσι δεξιούμενοι, οὐ φύσιν τῆς συναφείας αἰτίαν ἐπιγρα φόμενοι, λόγον δὲ φύσεως βεβαιότερον τῆς ἑνώσεως ἀρχηγὸν καὶ φύλακα ποιησάμενοι, καὶ Πνεύματος ἁγίου δεσμῷ κρατούμενοι. Τίνα ἂν εἰκόνα τῶν ἐπὶ τῆς γῆς εἰς παράστασιν ἔχοιεν τῆς τοῦ κατορ θώματος ἀρετῆς; Ἀλλὰ τῶν μὲν ἐπὶ τῆς γῆς οὐδε μίαν· μόνη δὲ ἡ ἄνω λείπεται. Ἀπαθὴς ὁ ἄνω Πατήρ· δίχα πάθους καὶ οὗτος, λόγῳ τοὺς ἅπαντας προσαγόμενος. Ἄφθοροι οἱ παῖδες τοῦ ἄνω Πατρός· ἀφθορία καὶ τούτους εἰσεποιήσατο. Ἀγάπη συνδεῖ τὰ ἄνω· ἀγάπη καὶ τούτους πρὸς ἀλλήλους συνήρ μοσεν. Ὄντως ἀπαγορεύει πρὸς τὴν τοιαύτην φάλαγγα καὶ αὐτὸς ὁ διάβολος, οὐκ ἀρκῶν πρὸς το σούτους ἀγωνιστὰς, οὕτως εὐσταλῶς καὶ συγκεκρο τημένως κατ' ἐκείνου στρατεύοντας, καὶ τοσοῦτον τῇ ἀγάπῃ συνησπικότας ἀλλήλοις καὶ φραττομένους τῷ Πνεύματι, ὥστε μήτε βραχυτάτην τινὰ παρείσδυσιν ταῖς ἐκείνου βολαῖς παρασχεῖν. Σκόπει μοι τὴν τῶν ἑπτὰ Μακκαβαίων σύμφωνον ἄθλησιν, καὶ εὑρήσεις παρὰ τούτοις θερμοτέραν τὴν συμφωνίαν. Περὶ τού των ∆αβὶδ ὁ προφήτης ἐν ᾠδαῖς ἀνεβόησε λέγων· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; τῷ μὲν καλῷ τὸ τοῦ βίου δόκιμον παριστὰς, τῷ δὲ τερπνῷ τὴν ἐκ τῆς ὁμονοίας καὶ τῆς ἑνώσεως εὐφροσύνην. Τοῦ 31.1388 τον οἱ μετιόντες τὸν βίον μετὰ ἀκριβείας, ἐμοὶ δοκεῖν, τὴν ἀνωτάτω ἐζηλωκέναι ἀρετήν.