1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

21

λε προῦ, προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφα λὴν αὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου; Ἠδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ, καὶ δοθῆναι πτωχοῖς. Γνοὺς δὲ ὁ Ἰη σοῦς, εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυ ναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. ΠΡΑΞΕΙΣ. Περὶ τῆς Λυδίας· Ὡς δὲ ἐβαπτίσθη, καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· Εἰ κε κρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς.

ΟΡΟΣ ΛΗʹ. Ὅτι δεῖ τὸν Χριστιανὸν καὶ τὴν εἰς τοὺς ἀδελφοὺς δεξίωσιν

ἀθόρυβον καὶ λιτοτέραν ποιεῖσθαι. Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ

ἀδελφὸς Σίμωνος· Ἔστι παιδάριον ἓν ὧδε, καὶ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Εἶπε δὲ ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεν τακισχίλιοι. Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκε τοῖς ἀνακειμένοις. Ὁμοίως δὲ καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. ΛΟΥΚΑΣ. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὑτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. Ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ 31.760 οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα, Μάρθα, μερι μνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ὀλίγων δέ ἐστι χρεία ἢ ἑνός. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.

ΟΡΟΣ ΛΘʹ. Ὅτι οὐ δεῖ εὐμετάθετον εἶναι, ἀλλὰ ἑδραῖον ἐν τῇ πίστει, καὶ

ἀμετάθετον ἀπὸ τῶν ἐν Κυρίῳ καλῶν. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον

ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν. Οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκαν δαλίζεται. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὥστε, ἀδελφοί μου, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε. ΠΡΟΣ ΓΑΛΑΤ. Θαυ μάζω, ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ κα λέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον Εὐαγγέλιον.

ΟΡΟΣ Μʹ. Ὅτι οὐ δεῖ ἑτεροδιδασκαλούντων ἀνέχεσθαι, κἂν σχηματίζωνται

πρὸς ἀπάτην ἢ ἔλεγχον τῶν ἀβεβαίων. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται

ἐπὶ τῷ ὀνόματί μου, λέ γοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσιν. ΛΟΥΚΑΣ. Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρω τοκλισίας ἐν τοῖς δείπνοις· οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προ σεύχονται. Οὗτοι λήψονται περισσότερον κρῖμα. ΠΡΟΣ ΓΑΛ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν, παρ' ὃ εὐηγγελισά μεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω.