1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

21

χριστιανοῖς ἐστι προσῆκον ἀνδράσιν, εἰδότας ὡς ἡ τοιαύτη καθαίρεσις οὐκ ἐλάττονα φέρει τῆς ἀρχῆς τὸν στέφανον. Ὅταν γάρ τις ὑπὲρ τοῦ μηδὲν ἀπρεπὲς μηδ' ἀνάξιόν τι τῆς ἀξίας ὑπομεῖναι ἐκείνης πάθῃ τι τοιοῦτο, καὶ τοῖς ἀδίκως καθελοῦσι τὴν κόλασιν, καὶ αὐτῷ μείζονα προξενεῖ τὸν μισθόν. «Μακάριοι γάρ, φησίν, ἐστε ὅταν ὀνειδίσωσι καὶ διώξωσιν ὑμᾶς καὶ εἴπωσι πᾶν πονηρὸν καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι πολύς ἐστιν ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς.» Καὶ ταῦτα μὲν ὅταν ὑπὸ τῶν ὁμοταγῶν ἢ διὰ φθόνον ἢ πρὸς ἑτέρων χάριν ἢ πρὸς ἀπέχθειαν ἢ ἑτέρῳ τινὶ μὴ ὀρθῷ τις ἐκβάλληται λογισμῷ, ὅταν δὲ καὶ ὑπὸ τῶν ἐναντίων τοῦτο πάσχειν συμβαίνῃ, οὐδὲ λόγου δεῖν οἶμαι πρὸς τὸ δεῖξαι τὸ κέρδος ὅσον αὐτῷ διὰ τῆς ἑαυτῶν συλλέγουσι πονηρίας ἐκεῖνοι. Τοῦτο οὖν δεῖ πανταχόθεν περισκοπεῖν καὶ ἀκριβῶς διερευνᾶν μή πού τις σπινθὴρ τῆς ἐπιθυμίας ἐκείνης ἐντυφόμενος λάθῃ. Ἀγαπητὸν γὰρ καὶ τοὺς ἐξ ἀρχῆς καθαρεύοντας τοῦ πάθους ἡνίκα ἂν ἐμπέσωσιν εἰς τὴν ἀρχὴν δυνηθῆναι τοῦτο διαφυγεῖν· εἰ δέ τις καὶ πρὶν ἢ τυχεῖν τῆς τιμῆς τρέφει παρ' ἑαυτῷ τὸ δεινὸν καὶ ἀπηνὲς τοῦτο θηρίον, οὐδὲ ἔστιν εἰπεῖν εἰς ὅσην ἑαυτὸν ἐμβαλεῖ κάμινον μετὰ τὸ τυχεῖν. Ἡμεῖς δέ- καὶ μή τοι νομίσῃς μετριάζοντας ἡμᾶς ἐθελῆσαι ἄν ποτε ψεύσασθαι πρὸς σέ-, πολλὴν ταύτην κεκτήμεθα τὴν ἐπιθυμίαν καὶ μετὰ τῶν ἄλλων ἁπάντων οὐχ ἧττον ἡμᾶς καὶ τοῦτο ἐφόβησε καὶ πρὸς ταύτην ἔτρεψε τὴν φυγήν. Καθάπερ γὰρ οἱ σωμάτων ἐρῶντες, ἕως μὲν ἂν πλησίον εἶναι τῶν ἐρωμένων ἐξῇ, χαλεπωτέραν τοῦ πάθους τὴν βάσανον ἔχουσιν, ὅταν δὲ ὡς πορρωτάτω τῶν ποθουμένων ἑαυτοὺς ἀπαγάγωσι, καὶ τὴν μανίαν ἀπήλασαν· οὕτω καὶ τοῖς ταύτης ἐπιθυμοῦσι τῆς ἀρχῆς, ὅταν μὲν πλησίον αὐτῆς γένωνται, ἀφόρητον γίνεται τὸ κακόν, ὅταν δὲ ἀπελπίσωσι, καὶ τὴν ἐπιθυμίαν μετὰ τῆς προσδοκίας ἔσβεσαν. Μία μὲν οὖν αὕτη πρόφασις οὐ μικρά· ἀλλ' εἰ καὶ μόνη καθ' ἑαυτὴν οὖσα ἐτύγχανεν, ἱκανὴ ταύτης ἡμᾶς ἀπεῖρξαι τῆς ἀξίας. Νῦν δὲ καὶ ἑτέρα ταύτης οὐχ ἧττον προστέθειται. Τίς δέ ἐστιν αὕτη; Νηφάλιον εἶναι δεῖ τὸν ἱερέα καὶ διορατικὸν καὶ μυρίους πανταχόθεν κεκτῆσθαι τοὺς ὀφθαλμοὺς ὡς οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ πλήθει ζῶντα τοσούτῳ. Ἡμεῖς δὲ ὅτι νωθροὶ καὶ παρειμένοι καὶ πρὸς τὴν ἑαυτῶν μόλις ἀρκοῦντες σωτηρίαν, καὶ αὐτὸς ἂν ὡμολογήσειας, ὁ μάλιστα πάντων τὰ ἡμέτερα, διὰ τὸ φιλεῖν, κρύπτειν σπουδάζων κακά. Μὴ γάρ μοι νηστείαν εἴπῃς, μηδὲ ἀγρυπνίαν, μηδὲ χαμευνίαν καὶ τὴν λοιπὴν τοῦ σώματος σκληραγωγίαν· καὶ τούτων μὲν γὰρ ὅσον ἀπέχομεν, οἶδας. Εἰ δὲ καὶ εἰς ἀκρίβειαν ἡμῖν κατώρθωτο, οὐδὲ οὕτως μετὰ τῆς παρούσης νωθρότητος ἴσχυσεν ἄν τι πρὸς τὴν ἐπιστασίαν ἡμᾶς ταῦτα ὠφελῆσαι ἐκείνην. Ἀνθρώπῳ μὲν γὰρ εἰς οἰκίσκον τινὰ κατακλεισθέντι καὶ τὰ αὑτοῦ μεριμνῶντι μόνον, πολλὴν ἂν ταῦτα παράσχοι τὴν ὠφέλειαν· εἰς δὲ τοσοῦτον σχιζομένῳ πλῆθος καὶ καθ' ἕκαστον τῶν ἀρχομένων ἰδίας κεκτημένῳ φροντίδας, τί δύναιτ' ἂν πρὸς τὴν ἐκείνων ἐπίδοσιν ἀξιόπιστον συμβάλλεσθαι κέρδος, ἐὰν μὴ ψυχὴν εὔτονον καὶ ἰσχυροτάτην ἔχων τύχῃ; Καὶ μὴ θαυμάσῃς εἰ μετὰ τοσαύτης καρτερίας ἑτέραν βάσανον ζητῶ τῆς ἀνδρείας τῆς ἐν ψυχῇ. Τὸ μὲν γὰρ σίτων καὶ ποτῶν καὶ στρωμνῆς καταφρονεῖν ἁπαλῆς, πολλοῖς οὐδὲ ἔργον ὁρῶμεν ὄν, καὶ μάλιστά γε τοῖς ἀγροικότερον διακειμένοις καὶ οὕτως ἐκ πρώτης τραφεῖσι τῆς ἡλικίας, καὶ πολλοῖς δὲ ἑτέροις, τῆς τε τοῦ σώματος κατασκευῆς καὶ τῆς συνηθείας ἐξευμαριζούσης τὴν ἐν ἐκείνοις τοῖς πόνοις τραχύτητα· ὕβριν δὲ καὶ ἐπήρειαν καὶ λόγον φορτικὸν καὶ τὰ παρὰ τῶν ἐλαττόνων σκώμματα τά τε ἁπλῶς καὶ τὰ ἐν δίκῃ λεγόμενα, καὶ μέμψεις τὰς εἰκῇ καὶ μάτην παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν ἀρχομένων γινομένας, οὐ τῶν πολλῶν ἐνεγκεῖν, ἀλλ' ἑνός που καὶ δευτέρου· καὶ ἴδοι τις ἂν τοὺς ἐν ἐκείνοις ἰσχυροὺς πρὸς ταῦτα οὕτως ἰλιγγιῶντας ὡς μᾶλλον τῶν χαλεπωτάτων ἀγριαίνειν θηρίων. Τοὺς δὲ τοιούτους