21
ἐκεῖνος ὁ Χριστὸς ὁ διὰ τῶν Προφητῶν κηρυχθείς. Ὅταν γὰρ ἀριθμήσῃς τὰς γενεὰς, καὶ μάθῃς ἀπὸ τοῦ χρόνου, ὅτι οὗτος ἐκεῖνός ἐστιν, εὐκόλως δέξῃ καὶ τὸ θαῦμα τὸ περὶ τὴν γέννησιν συμβάν. Ἐπειδὴ γὰρ ἔμελλε μέγα τι φθέγγεσθαι, ὅτι ἐκ Παρθένου ἐτέχθη, πρὶν ἢ μὲν ἀριθμῆσαι τὸν χρόνον, συσκιάζει τὸ εἰρημένον, Ἄνδρα Μαρίας, εἰπὼν, μᾶλλον δὲ καὶ συντέμνει τὴν διήγησιν αὐτῆς τῆς γεννήσεως· ἀριθμεῖ δὲ καὶ τὰ ἔτη λοιπὸν, ἀναμιμνήσκων τὸν ἀκροατὴν, ὅτι οὗτος ἐκεῖνός ἐστιν, ὃν ὁ πατριάρχης Ἰακὼβ, ἐπιλιπόντων λοιπὸν τῶν Ἰουδαϊκῶν ἀρχόντων, παρέσεσθαι ἔφησεν· ὃν ὁ προφήτης ∆ανιὴλ μετὰ τὰς ἑβδομάδας τὰς πολλὰς ἐκείνας ἥξειν προανεφώνησε. Κἂν ἐθελήσῃ τις τὰ ἔτη ταῦτα τὰ ἐν ἑβδομάδων ἀριθμῷ παρὰ τοῦ ἀγγέλου εἰρημένα τῷ ∆ανιὴλ ἀπὸ τῆς οἰκοδομῆς τῆς πόλεως ἀριθμῶν καταβῆναι εἰς τὴν αὐτοῦ γέννησιν, ὄψεται ταῦτα ἐκείνοις συμφωνοῦντα. Πῶς οὖν ἐγεννήθη, εἰπέ; Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας. Οὐκ εἶπε, Παρθένου, ἀλλ' ἁπλῶς, Μητρὸς, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον. ∆ιὸ πρότερον παρασκευάσας προσδοκᾷν τὸν ἀκροατὴν ἀκούσεσθαί τι τῶν συνήθων, καὶ κατασχὼν τούτῳ, τότε ἐκπλήττει τῇ τοῦ παραδόξου πράγματος ἐπαγωγῇ, λέγων, ὅτι Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Οὐκ εἶπε· Πρὶν ἢ ἀχθῆναι αὐτὴν εἰς τὴν οἰκίαν τοῦ νυμφίου· καὶ γὰρ ἔνδον ἦν. Ἔθος γὰρ τοῖς παλαιοῖς ὡς τὰ πολλὰ ἐν οἰκίᾳ τὰς μεμνηστευμένας ἔχειν, ὅπου γε καὶ νῦν τοῦτο γινόμενον ἴδοι τις ἄν· καὶ οἱ γαμβροὶ δὲ τοῦ Λὼτ ἔνδον ἦσαν μετ' αὐτοῦ. Ἔνδον οὖν καὶ αὐτὴ μετὰ τοῦ Ἰωσὴφ ἦν. γʹ. Καὶ τίνος ἕνεκεν οὐ πρὸ τῆς μνηστείας ἐκύησεν; Ἵνα, ὅπερ ἔφην ἐξ ἀρχῆς, συσκιασθῇ τὸ γινόμενον τέως, καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ Παρθένος ὑπόνοιαν. Ὅταν γὰρ ὁ ζηλοτυπεῖν ὀφείλων μάλιστα πάντων φαίνηται μὴ μόνον ἐκπομπεύων αὐτὴν, μηδὲ ἀτιμάζων, ἀλλὰ καὶ δεχόμενος καὶ θεραπεύων μετὰ τὴν κύησιν, εὔδηλον ὅτι εἰ μὴ σαφῶς ἦν πεπεικὼς ἑαυτὸν, ὅτι ἐκ τῆς τοῦ Πνεύματος ἐνεργείας τὸ γεγεννημένον, οὐκ ἂν κατέσχε, καὶ τἄλλα πάντα ὑπηρέτησε. Κυρίως δὲ σφόδρα καὶ τὸ, Εὑρέθη ἐν γαστρὶ ἔχουσα, τέθεικεν· ὅπερ ἐπὶ τῶν παραδόξων, καὶ παρ' ἐλπίδα πᾶσαν ἐκβαινόντων, καὶ οὐ προσδοκωμένων λέγεσθαι εἴωθε. Μὴ τοίνυν περαιτέρω χώρει, μηδὲ ζήτει πλέον τι τῶν εἰρημένων, μηδὲ λέγε· Καὶ πῶς τὸ Πνεῦμα εἰργάσατο τοῦτο ἐκ παρθένου; Εἰ γὰρ τῆς φύσεως ἐργαζομένης ἀδύνατον ἑρμηνεῦσαι τῆς διαπλάσεως τὸν τρόπον, πῶς τοῦ Πνεύματος θαυματουργοῦντος δυνησόμεθα ταῦτα εἰπεῖν; Ἵνα γὰρ μὴ κόπτῃς τὸν εὐαγγελιστὴν, μηδὲ ἐνοχλῇς συνεχῶς ταῦτα ἐρωτῶν, εἰπὼν τὸν ἐργασάμενον τὸ θαῦμα, 57.43 ἀπηλλάγη. Οὐδὲν γὰρ οἶδα, φησὶ, πλέον, ἀλλ' ἢ ὅτι ἐκ Πνεύματος ἁγίου γέγονε τὸ γεγενημένον. Αἰσχυνέσθωσαν οἱ τὴν ἄνω περιεργαζόμενοι γέννησιν. Εἰ γὰρ ταύτην τὴν μυρίους ἔχουσαν μάρτυρας, καὶ πρὸ τοσούτων ἀνακηρυχθεῖσαν χρόνων, καὶ φανεῖσαν, καὶ ψηλαφηθεῖσαν, οὐδεὶς ἑρμηνεῦσαι δύναται, ποίαν καταλείπουσι μανίας ὑπερβολὴν οἱ τὴν ἀπόῤῥητον ἐκείνην περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες; Οὐδὲ γὰρ ὁ Γαβριὴλ, οὐδὲ ὁ Ματθαῖος ἐδυνήθησάν τι πλέον εἰπεῖν, ἀλλ' ἢ ὅτι ἐκ Πνεύματος μόνον· τὸ δὲ, πῶς ἐκ Πνεύματος, καὶ τίνι τρόπῳ, οὐδεὶς τούτων ἡρμήνευσεν· οὐδὲ γὰρ δυνατὸν ἦν. Μηδὲ νομίσῃς τὸ πᾶν μεμαθηκέναι, ἐκ Πνεύματος ἀκούων· καὶ γὰρ πολλὰ ἀγνοοῦμεν ἔτι, καὶ τοῦτο μανθάνοντες· οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστί· πῶς ὁ πάντα συνέχων κυοφορεῖται ὑπὸ γυναικός· πῶς τίκτει ἡ Παρθένος, καὶ μένει παρθένος. Πῶς ἔπλασεν, εἰπέ μοι, τὸ Πνεῦμα τὸν ναὸν ἐκεῖνον; πῶς οὐ πᾶσαν τὴν σάρκα ἀπὸ τῆς μήτρας ἔλαβεν, ἀλλὰ μέρος αὐτῆς, καὶ ηὔξησε καὶ διετύπωσεν; Ὅτι μὲν γὰρ ἀπὸ τῆς σαρκὸς τῆς Παρθένου προῆλθεν, ἐδήλωσεν εἰπών· Τὸ γὰρ ἐν αὐτῇ γεννηθέν· καὶ ὁ Παῦλος, Γενόμενος ἐκ γυναικός· ἐπιστομίζων τοὺς λέγοντας, ὅτι ὥσπερ διά τινος σωλῆνος παρῆλθεν ὁ Χριστός. Εἰ γὰρ τοῦτο ἦν, τίς χρεία τῆς μήτρας; Εἰ τοῦτο ἦν, οὐδὲν ἔχει κοινὸν πρὸς ἡμᾶς· ἀλλ' ἄλλη τίς ἐστιν ἐκείνη ἡ σὰρξ, οὐ τοῦ φυράματος τοῦ ἡμετέρου. Πῶς οὖν ἐκ τῆς ῥίζης Ἰεσσαί; πῶς δὲ ῥάβδος; πῶς υἱὸς ἀνθρώπου; πῶς