1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

22

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Ὅτι χρὴ τὸν ἀσκητὴν βεβαίᾳ κρίσει προσιέναι τῇ ἀσκήσει, καὶ περὶ ὑπακοῆς.

Τοῖς μὲν οὖν διορατικοῖς τὸν νοῦν ἐν τῇ προδι ηγήσει τῶν τῆς πολιτείας

ἰδιωμάτων τὸν κανόνα τῆς πολιτείας ὁ λόγος ὡρίσατο. Ἐπειδὴ δὲ προσήκει διὰ τοὺς ἁπλουστέρους τῶν ἀδελφῶν καὶ σαφέστερον ἐκθέσθαι τὸν τῆς πολιτείας ἐφ' ἑκάστῳ κανόνα, ἐπὶ τοῦτο δὴ καὶ τρεψώμεθα. Χρὴ τοίνυν πρό γε ἁπάντων τὸν προσελθόντα τῇ τοιαύτῃ πολιτείᾳ, ἐστη ριγμένον, καὶ ἑδραῖον, καὶ ἀκίνητον ἔχειν τὸ φρό νημα, καὶ κρίσιν τοῖς πνεύμασι τῆς πονηρίας ἀν επιχείρητον καὶ ἀμετάθετον, καὶ μαρτύρων ἔνστασιν τῇ τῆς ψυχῆς ἐπιδείκνυσθαι βεβαιότητι μέχρι θανά του, τῶν τε ἐντολῶν τοῦ Θεοῦ ἀντεχόμενον, καὶ τὴν ὑπακοὴν τοῖς καθηγουμένοις ἐπιδεικνύμενον. Τοῦτο γὰρ τῆς πολιτείας ἐστὶ τὸ κεφάλαιον. Ὥσπερ γὰρ ὁ Θεὸς, Πατὴρ ἁπάντων καὶ ὢν, καὶ καλεῖσθαι καταξιῶν, ἀκριβεστάτην παρὰ τῶν αὐτοῦ θεραπόν των ἀπαιτεῖ τὴν εὐπείθειαν· οὕτω καὶ ὁ πνευματικὸς ἐν ἀνθρώποις πατὴρ πρὸς τοὺς τοῦ Θεοῦ νόμους τὰς ἑαυτοῦ διατάξεις ἁρμόζων, ἀναμφίλεκτον τὴν ὑπ ακοὴν ἀπαιτεῖ. Εἰ γὰρ ὁ τέχνῃ τινὶ τῶν βαναύσων, τούτων δὴ τῶν πρὸς τὴν παροῦσαν ζωὴν ἡμῖν χρη σίμων, ἑαυτὸν ἐκδιδοὺς, παντὶ τρόπῳ πείθεται τῷ τεχνίτῃ, καὶ κατ' οὐδὲν ἐναντιοῦται τοῖς ἐκείνου προστάγμασιν, οὔτε μὴν πρὸς τὸ βραχύτατον τούτου χωρίζεται, ἀλλὰ πάντα καιρὸν ἐν ὀφθαλμοῖς ἐστι τοῦ διδασκάλου, βρῶσίν τε καὶ πόσιν καὶ τὴν ἄλλην δίαι ταν ὑπομένει ταύτην, ἣν ἂν ἐκεῖνος ὁρίσειεν· πολλῷ μᾶλλον οἱ πρὸς τὴν μάθησιν τῆς εὐσεβείας καὶ τῆς ἰσότητος ἀφικνούμενοι, ἅπαξ πεπεικότες ἑαυτοὺς, ὅτι δυνήσονται παρὰ τοῦ καθηγουμένου τὴν τοιαύτην ἐπιστήμην λαβεῖν, πᾶσαν εὐπείθειαν καὶ τὴν περὶ πάντα ἀκριβεστάτην ὑπακοὴν τούτοις εἰσοίσονται· καὶ οὐχὶ τὸν λόγον τῶν ἐπιτεταγμένων ἀπαιτήσου σιν· ἀλλὰ τὸ ἔργον τὸ ἐπιτεταγμένον ἐπιτελέσου σιν, εἰ μὴ τοσοῦτον, ὅσον ἀγνοοῦντάς τι τῶν συντει νόντων πρὸς σωτηρίαν, κοσμίως καὶ μετὰ τῆς πρε πούσης αἰδοῦς ἐρωτᾷν καὶ παιδεύεσθαι. Πᾶσα δὲ σπουδὴ τοῦ ἀνθρώπου ἔστω, ὅπως μὴ τὸ ὑψηλὸν 31.1389 τῆς ψυχῆς διὰ τῆς ἐπαναστάσεως τῶν ἡδονῶν τα πεινωθείη. Πῶς γὰρ ἂν ἔτι δύναται πρὸς τὸ συγγε νὲς καὶ νοητὸν φῶς ἐλευθέρῳ ἀναβλέψαι τῷ ὄμματι ἡ προσηλωθεῖσα κάτω ψυχὴ τῇ ἡδονῇ τῆς σαρκός; ∆ιὸ χρὴ πρό γε πάντων τὴν ἐγκράτειαν ἀσκεῖν, ἀσφαλῆ φρουρὸν τῆς σωφροσύνης τυγχάνουσαν, καὶ τὸν ἡγεμόνα νοῦν μὴ συγχωροῦσαν ὧδε κἀκεῖσε ῥέμ βεσθαι. Καθάπερ γὰρ τὸ περιεστεγασμένον διὰ σω λήνων ὕδωρ ὄρθιον ὑπὸ τῆς ἀναθλιβούσης βίας ἐπὶ τὸ ἄνω φέρεται, οὐκ ἔχων ὅπου διαχυθείη· οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, καθάπερ σωλῆνος στεγανοῦ τῆς ἐγκρατείας αὐτῶν πανταχόθεν περισφιγγούσης, ἀνα ληφθήσεταί πως ὑπὸ τῆς τοῦ κινεῖσθαι φύσεως πρὸς τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν, οὐκ ἔχων ὅπου διαῤῥυῇ. Οὐδὲ γὰρ στῆναί ποτε δυνατόν ἐστι τὸν ἀεικίνητον ὑπὸ τοῦ πεποιηκότος εἰληφότα τὴν φύσιν· καὶ εἰς τὰ μάταια κινεῖσθαι κωλυόμενον, ἀμήχανον μὴ πρὸς τὴν ἀλήθειαν πάντως εὐθυπορῆσαι. Ἐγκρά τειαν δὲ ἡγούμεθα ὁρίζεσθαι οὐ μόνον τὴν τῶν βρωμάτων ἀποχὴν (τοῦτο γὰρ πολλοὶ καὶ τῶν παρ' Ἕλλησι φιλοσόφων κατώρθωσαν), ἀλλὰ πρό γε πάν των τὸν τῶν ὀφθαλμῶν ῥεμβασμόν. Τί γὰρ ὄφελος, εἰ, σιτίων ἀπεχόμενος, μοιχείας ἀκολασίαν διὰ τῶν ὀφθαλμῶν ἐσθίεις, ἢ τοῖς ὠσὶν ἑκὼν ἀκροᾶσαι μα ταίας καὶ διαβολικὰς φωνάς; Οὐδὲν ὄφελος βρωμά των ἀπέχεσθαι, τύφον δὲ ὑψηλοφροσύνης καὶ κενῆς δόξης καὶ παντὸς πάθους μὴ ἀπέχεσθαι. Ἢ τί γε ὄφελος ἐγκρατεύεσθαι ἀπὸ βρωμάτων, καὶ ἀπὸ λο γισμῶν πονηρῶν καὶ ματαίων μὴ ἀπέχεσθαι; ∆ιὸ καὶ ὁ Ἀπόστολος ἔλεγεν· Φοβοῦμαι μή πως φθαρῇ τὰ νοήματα ἡμῶν. Ἐγκρατεῖς οὖν γενώμεθα ἀπὸ τούτων ἁπάντων, μήποτε