22
ΟΡΟΣ ΜΑʹ. Ὅτι δεῖ πᾶν τὸ σκανδαλίζον ἐκκόπτειν, κἂν οἰκειό τατόν τι καὶ
ἀναγκαιότατον εἶναι δοκῇ. 31.761 Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ τὸ σκάνδαλον
ἔρχεται· Εἰ δὲ ὁ ποῦς σου ἢ ἡ χείρ σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ, καὶ βάλε ἀπὸ σοῦ. Καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν, ἢ κυλλὸν, ἢ δύο πόδας ἢ δύο χεῖρας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Ὅτι τῶν ἀσθενεστέρων ἐν τῇ πίστει φείδεσθαι δεῖ, καὶ ἀνάγειν αὐτοὺς δι' ἐπιμελείας ἐπὶ τὴν τε λειότητα· φείδεσθαι δὲ, δηλονότι, χωρὶς τοῦ παρ ιδεῖν ἐντολὴν Θεοῦ. Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Κάλαμον συντετριμμένον οὐ κα τεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐ τοῦ ἔθνη ἐλπιοῦσιν. ΠΡΟΣ ΡΩΜ. Τὸν δὲ ἀσθε νοῦντα τῇ πίστει προσλαμβάνεσθε. ΠΡΟΣ ΓΑΛ. Ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώ ματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦ τον ἐν πνεύματι πραότητος, σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
ΟΡΟΣ ΜΒʹ. Ὅτι οὐ δεῖ νομίζειν ἐπὶ καταλύσει τοῦ νόμου καὶ τῶν προφητῶν
τὸν Κύριον ἐληλυθέναι, ἀλλ' ἐπὶ πληρώσει καὶ προσθήκῃ τῶν τελειοτέρων. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦ σαι τὸν νόμον, ἢ τοὺς
προφήτας· οὐκ ἦλθον κα ταλῦσαι, ἀλλὰ πληρῶσαι. ΠΡΟΣ ΡΩΜ. Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο! ἀλλὰ νόμον ἱστῶμεν. ΟΡΟΣ ΜΓʹ. Ὅτι ὡς νόμος τὰς πράξεις ἀπαγορεύει τὰς φαύλας, οὕτω τὸ Εὐαγγέλιον αὐτὰ τὰ κεκρυμμένα πάθη τῆς ψυχῆς. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρ χαίοις, Οὐ φονεύσεις· ὃς δ' ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ· ἔνοχος ἔσται τῇ κρίσει. ΠΡΟΣ ΡΩΜ. Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Ὅτι ὡς ὁ νόμος τὸ ἐκ μέρους, οὕτω τὸ Εὐαγγέλιον τὸ ὁλόκληρον ἐφ' ἑκάστῳ τῶν κατορθουμένων ἐπιζητεῖ. Κεφάλ. Βʹ. ΛΟΥΚΑΣ. Πάντα ὅσα ἔχεις πώλησον, καὶ διά δος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ 31.764 δεῦρο, ἀκολούθει μοι. ΠΡΟΣ ΚΟΛ. Ἐν ᾧ καὶ πε ριετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύ σει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Ὅτι ἀδύνατον καταξιωθῆναι βασιλείας οὐρανῶν τοὺς μὴ πλείονα τῆς ἐν τῷ νόμῳ τὴν κατὰ τὸ Εὐαγγέ λιον δικαιοσύνην ἐπιδεικνυμένους. Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ΠΡΟΣ ΦΙΛΙΠΠ. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον, περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων,κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γε νόμενος ἄμεμπτος. Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι ζημίαν πάντα εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χρι στοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.