1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

22

Ἀβραὰμ, τελευτησάσης Σάῤῥας, τὴν Χεττοῦραν γαμεῖ, καὶ ποιεῖ ἓξ παῖδας ἐξ αὐτῆς, Ζεμβρὰν, Ἰαζὰν, Μαδὴν, Μαδιανὴν, Λουσουβάκον, Σοῦον. Φύονται δὲ καὶ ἐκ τούτων παῖδες, Σούου μὲν Σαβακάνης, καὶ ∆αδάνης, ἐκ δὲ τούτου Λατούσιμος, καὶ Ἄσουρος, καὶ Λούοβος· Μαδάμου δὲ Ἡθὰ, Θωφρῆς, Ἄμωχος, Ἔβιδος, Ἔλδος. Καὶ τούτοις ἅπασινἈβραὰμ ἀπὸ κοιλίας ἐπενόησεν, οἵτινες τὴν Τρογλωδύτην, καὶ τὰ μέρη τῆς Εὐδαίμονος Ἀραβίας, καὶ ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν, κατέλαβον. Καὶ ἀπὸ μὲν Ἀσοὺρ Ἀσσυρία ἐκλήθη· Σωφρὴν δὲ, ἐπὶ Λιβύην στρατεύσας, κατέσχεν αὐτὴν, καὶ οἱ ἀπόγονοι αὐτοῦ, τουτέστιν οἱ υἱωνοὶ κατοικοῦντες αὐτὴν, ἀπὸ τοῦ ὀνόματος αὐτοῦ τὴν χώραν Ἀφρικὴν προσηγόρευσαν, οἵτινες Ἡρακλεῖ συνεμάχησαν ἐπὶ Ἀνταῖον τὸν γηγενῆ στρατεύσαντι. Τοῦ δὲ Οὐαφρῆ θυγατέρα ἄγεται Ἡρακλῆς, ἐξ ἧς Βόδωρον παῖδα ἐποίησε, ὅστις ἐγέννησεν υἱὸν Σωφονὰ, ἐξ οὗ τοὺς βαρβάρους Σωφονὰς λέγουσιν. Ὁ δὲ Ἀβραὰμ, βιώσας ἔτη ροεʹ, ἀπέθανεν. Ἰακὼβ, παραρπάσας τὴν εὐλογίαν τοῦ Ἡσαῦ, εἰς τὴν Μεσοποταμίαν παρεγένετο πρὸς Λάβαν ἀδελφὸν τῆς μητρὸς αὑτοῦ, καὶ δουλεύσας αὐτῷ ἔτη ιδʹ τὰς δύο θυγατέρας αὐτοῦ ἄγεται, τὴν Λείαν καὶ τὴν Ῥαχὴλ, ἧς μᾶλλον εἰς ἐπιθυμίαν ἦλθεν. Ἐπεθύμησε δὲ αὐτὴν οὐ τῷ κάλλει ἡττώμενος, (ἐπειδὴ καθὼς γέγραπται, Ῥαχὴλ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα·) ἀλλ' ὅτι, πρώτην αὐτὴν ἰδὼν, ὡς ἂν ἐκ θείας οἰκονομίας συναντήσασαν, ἠσπάσατό τε, καὶ ἠγάπησεν, εἰδὼς ὅτι τὸ θαῦμα τοῦτο, καὶ ἐπὶ τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας γεγένηται, ὅτε, τοῦ παιδὸς Ἀβραὰμ εὐξαμένου, συνήντησεν αὐτῷ τὰ κατ' εὐχὰς, καὶ τὰ προηργμένα αὐτῷ δι' ἔργων ἐπληρώθη. Τίκτονται δὲ παῖδες ἐκ τῆς Λείας ἓξ αὐτῷ· Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών· ἐκ τῆς Ῥαχὴλ δὲ Ἰωσὴφ καὶ Βενιαμίν· ἐκ δὲ τῆς παιδίσκης Ῥαχὴλ τῆς Βάλλης, ∆ὰν καὶ Νεφθαλείμ· ἐκ δὲ τῆς παιδίσκης Λείας ὀνόματι Σελφὰς, Γὰδ καὶ Ἀσήρ. Τὸ δὲ Σύρων γένος ἐκ τοῦ Ἡσαῦ συνέστηκεν, οἳ καὶ Ἰδουμαῖοι ἐκαλοῦντο, τοῦ πρὶν Ἰδουμαίου τοῦ Ἡσαῦἐπικληθέντος, διὰ τὸ ξανθῆς ἐπιθυμῆσαι αὐτὸν φακῆς· Ἰδουμὰ γὰρ οἱ Ἑβραῖοι τὸ ξανθὸν λέγουσι. Ὕστερον δὲ Σύροι μετωνομάσθησαν, Σύρου τινὸς ὀνόματι τοῦ ἔθνους αὐτῶν κρατήσαντος. Ὁ δὲ Ἡσαῦ γυναῖκας τρεῖς ἀπὸ τῶν Χαναναίων πρὸς γάμον ἄγεται, τὴν Ἀδδὰ θυγατέρα Ἐλὼμ τοῦ Χετταίου, καὶ τὴν Ἐλιβεμὰν θυγατέρα Ἐνὰν τοῦ Ἑβραίου, καὶ τὴν Βασεμμὰθ θυγατέρα Ἰσμαὴλ, ἀδελφὴν δὲ Ναβεώθ. Καὶ ἐκ μὲν τῆς Ἀδδᾶς τὴν Ἐλιφὰζ, ἐκ δὲ τῆς Βασεμμὰθ τὸν Ῥαγγὴλ, καὶ ἐκ τῆς Ἐλιβεμὰν τὸν Ἰεοὺλ, καὶτὸν Ἰεγλὸμ, καὶ τὸν Κορὲ ἐγέννησε. Τούτους ἐν τῇ τῶν Χαναναίων ποιήσας γῇ, εἰς Σηεὶρ ὄρος μετῴκησε, διὰ τὸ μὴ δύνασθαι τοῦ ἀδελφοῦ αὐτοῦ Ἰακὼβ ἐκ 768 τῆς Μεσοποταμίας ἐπανελθόντος ὁμοσκηνεῖν διὰ τὸ πλῆθος τῶν ὑπαρχόντων αὐτοῖς. Ποιήσας οὖν κἀκεῖθεν παῖδα, ἐκ τῆς ἑαυτοῦ ἐπωνυμίας Ἐδὼμ αὐτὸν ἐπωνόμασε. Ἐγένοντο δὲ καὶ τοῖς υἱοῖς αὐτοῦ παῖδες γνήσιοι, τῷ μὲν Ἐλιφὰς πέντε, Θεμὰν, Ὑμὰρ, Σωφὰρ, Γομὸθ, Κενὲξ, ἐν οἷς ἦν καὶ νόθος, τεχθεὶς αὐτῷ Ἀμαλὴκ ἐκ παλλακίδος Θαμνᾶς ὀνόματι· τῷ δὲ Ῥαγουὴλ καὶ αὐτῷ τέσσαρες παῖδες ἐτέχθησαν, Ναμὶν, Ζαρὲς, Σομὲ, Ῥοζέ· καὶ Ἐδὼμ ἕνδεκα, Θαμμὰ, Γωλὰ, Ἰοθὸμ, Αἰλιβαιμὰν, Ἰήλας, Φίνων, Κενὺξ, Θεμὰν, Μαζαριεὶ, Μαεδιὴλ, Ζεφονήν. Τῷ δὲ Σηεὶρ τῷ Χωῤῥαίῳ τῷ τὴν γῆν τοῦ Λωτὰν κατοικήσαντι υἱοὶ πέντε ἐγένοντο, Σώβαλ, Σεβεγὼν, Ἀναδησὼν, Ἀσὴρ, Ῥησών· καὶ τῷ Λωτὰν δύο, Χωῤῥεὶ, Ἐμάν. Ἡ δὲ Θαμνὰ ἀδελφὴ τοῦ Λωτὰν ἐτύγχανεν, ἥτις τὸν Ἀμαλὴκ τῷ Ἐλιφὰζ ἐγέννησεν. Ὁ δὲ Σωβὰλ ὁ υἱὸς τοῦ Σηεὶρ πέντε παῖδας ἐποίησεν, Ὀδομνὰν, Ναχὰθ, Γεβεὴλ, Σὼφ, Ὠμνᾶν· καὶ Ὀσεβεγὼν δύο, Αἰδεὶ καὶ Αἰνὰν, ὅστις εὗρεν ἐν τῇ ἐρήμῳ τὸν Ἀμὶν τὰ ὑποζύγια νέμοντα τοῦ πατρὸς αὐτοῦ Σεβεγών. Αἰνὰν δὲ τὸν ∆ησὼν καὶ Ἐλιβαμὰ θυγατέρα ἐγέννησεν· ὁ δὲ ∆ησὼν τὸν Ἀμαδὰν, καὶ Ἀσβὰν, καὶ Γεθρὰν, καὶ Χαρῥάν. Ὁ δὲ Ἀσὴρ ὁ τέταρτος υἱὸς τοῦ Σηεὶρ,