1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

22

μάλιστα τῶν τῆς ἱερωσύνης ἀπείρξομεν περιβόλων· τὸ μὲν γὰρ μήτε πρὸς τὰ σῖτα ἀπηγχονίσθαι μήτε ἀνυπόδετον εἶναι τὸν προεστῶτα οὐδὲν ἂν βλάψειε τὸ κοινὸν τῆς Ἐκκλησίας, θυμὸς δὲ ἄγριος εἴς τε τὸν κεκτημένον εἴς τε τοὺς πλησίον μεγάλας ἐργάζεται συμφοράς· καὶ τοῖς μὲν ἐκεῖνα μὴ ποιοῦσιν οὐδεμία ἀπειλὴ παρὰ τοῦ Θεοῦ κεῖται, τοῖς δὲ ἁπλῶς ὀργιζομένοις γέεννα καὶ τὸ τῆς γεέννης ἠπείληται πῦρ. Ὥσπερ οὖν ὁ δόξης ἐρῶν κενῆς, ὅταν τῆς τῶν πολλῶν ἀρχῆς ἐπιλάβηται, μείζονα τῷ πυρὶ παρέχει τὴν ὕλην, οὕτως ὁ καθ' ἑαυτὸν καὶ ἐν ταῖς πρὸς ὀλίγους ὁμιλίαις κρατεῖν ὀργῆς μὴ δυνάμενος, ἀλλ' ἐκφερόμενος εὐχερῶς, ὅταν πλήθους ὅλου προστασίαν ἐμπιστευθῇ, καθάπερ τι θηρίον πανταχόθεν καὶ ὑπὸ μυρίων κεντούμενον, οὔτε αὐτὸς ἐν ἡσυχίᾳ δύναιτ' ἄν ποτε διάγειν καὶ τοὺς ἐμπιστευθέντας αὐτῷ μυρία διατίθησι κακά. Οὐδὲν γὰρ οὕτω καθαρότητα νοῦ καὶ τὸ διειδὲς θολοῖ τῶν φρενῶν ὡς θυμὸς ἄτακτος καὶ μετὰ πολλῆς φερόμενος τῆς ῥύμης. «Οὗτος γάρ, φησίν, ἀπόλλυσι καὶ φρονίμους.» Καθάπερ γὰρ ἔν τινι νυκτομαχίᾳ σκοτωθεὶς ὁ τῆς ψυχῆς ὀφθαλμὸς οὐχ εὑρίσκει διακρῖναι τοὺς φίλους τῶν πολεμίων, οὐδὲ τοὺς ἀτίμους τῶν ἐντίμων, ἀλλὰ πᾶσιν ἐφεξῆς ἑνὶ κέχρηται τρόπῳ, κἂν λαβεῖν τι δέῃ κακόν, ἅπαντα εὐκόλως ὑπομένων ὑπὲρ τοῦ πληρῶσαι τὴν τῆς ψυχῆς ἡδονήν. Ἡδονὴ γάρ τίς ἐστιν ἡ τοῦ θυμοῦ πύρωσις καὶ ἡδονῆς χαλεπώτερον τυραννεῖ τὴν ψυχήν, πᾶσαν αὐτῆς τὴν ὑγιῆ κατάστασιν ἄνω καὶ κάτω ταράττουσα. Καὶ γὰρ πρὸς ἀπόνοιαν αἴρει ῥᾳδίως καὶ ἔχθρας ἀκαίρους καὶ μῖσος ἄλογον καὶ προσκρούματα ἁπλῶς καὶ εἰκῇ προσκρούειν παρασκευάζει συνεχῶς καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ λέγειν καὶ πράττειν βιάζεται, πολλῷ τῷ ῥοίζῳ τοῦ πάθους τῆς ψυχῆς ὑποσυρομένης καὶ οὐκ ἐχούσης ὅποι τὴν αὐτῆς ἐρείσασα δύναμιν ἀντιστήσεται πρὸς τοσαύτην ὁρμήν. Καὶ ὁ Βασίλειος· Ἀλλ' οὐκέτι σὲ εἰρωνευόμενον ἀνέξομαι περαιτέρω· τίς γὰρ οὐκ οἶδε, φησίν, ὅσον ταύτης ἀπέχεις τῆς νόσου; {ΙΩ.} Τί οὖν, ἔφην, ὦ μακάριε, βούλει πλησίον με τῆς πυρᾶς ἀγαγεῖν καὶ παροξῦναι τὸ θηρίον ἠρεμοῦν; ἢ ἀγνοεῖς ὡς οὐκ οἰκείᾳ τοῦτο κατωρθώσαμεν ἀρετῇ, ἀλλ' ἐκ τοῦ τὴν ἡσυχίαν ἀγαπᾶν, τὸν δὲ οὕτω διακείμενον ἀγαπητὸν ἐφ' ἑαυτοῦ μένοντα καὶ ἑνὶ μόνῳ ἢ δευτέρῳ χρώμενον φίλῳ, δυνηθῆναι τὸν ἐκεῖθεν διαφυγεῖν ἐμπρησμόν, μὴ ὅτι εἰς τὴν ἄβυσσον τῶν τοσούτων ἐμπεσόντα φροντίδων; Τότε γὰρ οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ ἑτέρους πολλοὺς ἐπισύρει μεθ' ἑαυτοῦ πρὸς τὸν τῆς ἀπωλείας κρημνὸν καὶ περὶ τὴν τῆς ἐπιεικείας ἐπιμέλειαν ἀργοτέρους καθίστησι· πέφυκε γὰρ ὡς τὰ πολλὰ τὸ τῶν ἀρχομένων πλῆθος ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα τοὺς τῶν ἀρχόντων τρόπους ὁρᾶν καὶ πρὸς ἐκείνους ἐξομοιοῦν ἑαυτούς. Πῶς οὖν ἄν τις τὰς ἐκείνων παύσειε φλεγμονάς, οἰδαίνων αὐτός; τίς δ' ἂν ἐπιθυμήσειε ταχέως τῶν πολλῶν γενέσθαι μέτριος, τὸν ἄρχοντα ὀργίλον ὁρῶν; Οὐ γὰρ ἔστι τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ μικρότατα ταχέως κατάδηλα γίνεται. Καὶ γὰρ ἀθλητής, ἕως μὲν ἂν οἴκοι μένῃ καὶ μηδενὶ συμπλέκηται, δύναται λανθάνειν, κἂν ἀσθενέστατος ὢν τύχῃ, ὅταν δὲ ἀποδύσηται πρὸς τοὺς ἀγῶνας, ῥᾳδίως ἐλέγχεται· καὶ τῶν ἀνθρώπων οἱ μὲν τὸν ἰδιωτικὸν τοῦτον καὶ ἀπράγμονα βιοῦντες βίον ἔχουσι παραπέτασμα τῶν ἰδίων ἁμαρτημάτων τὴν μόνωσιν, εἰς δὲ τὸ μέσον ἀχθέντες καθάπερ ἱμάτιον τὴν ἠρεμίαν ἀποδῦναι ἀναγκάζονται καὶ πᾶσι γυμνὰς ἐπιδεῖξαι τὰς ψυχὰς διὰ τῶν ἔξωθεν κινημάτων. Ὥσπερ οὖν αὐτῶν τὰ κατορθώματα πολλοὺς ὤνησε πρὸς τὸν ἴσον παρακαλοῦντα ζῆλον, οὕτω καὶ τὰ πλημμελήματα ῥαθυμοτέρους κατέστησε περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν καὶ βλακεύειν πρὸς τοὺς ὑπὲρ τῶν σπουδαίων παρεσκεύασε πόνους· διὸ χρὴ πάντοθεν αὐτοῦ τὸ κάλλος ἀποστίλβειν τῆς ψυχῆς ἵνα καὶ εὐφραίνειν ἅμα καὶ φωτίζειν δύνηται τὰς τῶν ὁρώντων ψυχάς. Τὰ μὲν γὰρ τῶν τυχόντων ἁμαρτήματα, ὥσπερ ἔν τινι σκότῳ πραττόμενα, τοὺς