22
δὲ μήτηρ ἡ Μαριάμ; πῶς ἐκ σπέρματος ∆αυΐδ; πῶς μορφὴν δούλου ἔλαβε; πῶς Ὁ Λόγος ἐγένετο σάρξ; πῶς δὲ Ῥωμαίοις φησὶν ὁ Παῦλος· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός; Ὅτι μὲν οὖν ἐξ ἡμῶν καὶ τοῦ φυράματος τοῦ ἡμετέρου, καὶ τῆς μήτρας τῆς παρθενικῆς, δῆλον ἐκ τούτων καὶ ἐξ ἑτέρων πλειόνων· τὸ δὲ πῶς, οὐκέτι δῆλον. Μὴ τοίνυν μηδὲ σὺ ζήτει, ἀλλὰ δέχου τὸ ἀποκαλυφθὲν, καὶ μὴ περιεργάζου τὸ σιγηθέν. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, φησὶ, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Εἰπὼν ὅτι ἐκ Πνεύματος ἁγίου, καὶ συνουσίας χωρὶς, καὶ ἑτέρωθεν κατασκευάζει τὸν λόγον. Ἵνα γὰρ μή τις λέγῃ, Πόθεν τοῦτο δῆλον; τίς εἶδε, τίς ἤκουσε τοιοῦτόν τί ποτε συμβεβηκός; μηδὲ ὑποπτεύσῃς τὸν μαθητὴν, ὡς χαριζόμενον τῷ διδασκάλῳ, ταῦτα πλάττοντα, εἰσάγει τὸν Ἰωσὴφ, δι' ὧν ἔπαθε, πρὸς τὴν τῶν εἰρημένων συντελοῦντα πίστιν, μονονουχὶ λέγων δι' ὧν ἀπαγγέλλει· Εἰ ἀπιστεῖς ἐμοὶ, καὶ ὑποπτεύεις μου τὴν μαρτυρίαν, πίστευσον τῷ ἀνδρί. Ἰωσὴφ γὰρ, φησὶν, ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν. ∆ίκαιον ἐνταῦθα τὸν ἐνάρετον ἐν ἅπασι λέγει. Ἔστι μὲν γὰρ δικαιοσύνη καὶ τὸ μὴ πλεονεκτεῖν· ἔστι δὲ καὶ ἡ καθόλου ἀρετή· καὶ μάλιστα ἐπὶ τούτου τῇ τῆς δικαιοσύνης προσηγορίᾳ κέχρηται ἡ Γραφὴ, ὡς ὅταν λέγῃ· Ἄνθρωπος δίκαιος, ἀληθινός· καὶ πάλιν, Ἦσαν δὲ δίκαιοι ἀμφότεροι. δʹ. ∆ίκαιος οὖν ὢν, τουτέστι, χρηστὸς καὶ ἐπιεικὴς, 57.44 ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ∆ιὰ τοῦτο λέγει τὸ συμβὰν πρὸ τῆς γνώσεως, ἵνα μὴ ἀπιστήσῃς τοῖς μετὰ τὴν γνῶσιν γεγενημένοις. Καίτοιγε οὐ παραδειγματισμοῦ μόνον ὑπεύθυνος ἦν ἡ τοιαύτη, ἀλλὰ καὶ κολάζεσθαι αὐτὴν ὁ νόμος ἐκέλευεν. Ἀλλ' ὁ Ἰωσὴφ οὐ μόνον τὸ μεῖζον ἐκεῖνο, ἀλλὰ καὶ τὸ ἔλαττον συνεχώρησε, τὴν αἰσχύνην. Οὐ γὰρ μόνον οὐ κολάσαι, ἀλλ' οὐδὲ παραδειγματίσαι ἐβούλετο. Εἶδες φιλόσοφον ἄνδρα καὶ πάθους ἀπηλλαγμένον τοῦ τυραννικωτάτου; Ἴστε γὰρ ἡλίκον ζηλοτυπία. ∆ιὰ τοῦτο καὶ ὁ ταῦτα σαφῶς εἰδὼς ἔλεγε· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρός· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως· καὶ, Σκληρὸς ὡς ᾅδης ζῆλος. Καὶ ἡμεῖς δὲ πολλοὺς ἴσμεν τὴν ψυχὴν ἑλομένους προέσθαι μᾶλλον, ἢ εἰς ζηλοτυπίας ὑποψίαν ἐμπεσεῖν. Ἐνταῦθα δὲ οὐδὲ ὑποψία ἦν, τοῦ τῆς γαστρὸς ὄγκου διελέγχοντος. Ἀλλ' ὅμως οὕτως ἦν πάθους καθαρὸς, ὡς μὴ θελῆσαι μηδὲ ἐν τοῖς μικροτάτοις λυπῆσαι τὴν Παρθένον. Ἐπειδὴ γὰρ τὸ μὲν κατέχειν ἔνδον παρανομίας εἶναι ἐδόκει, τὸ δὲ ἐκπομπεύειν καὶ εἰς δικαστήριον ἄγειν, θανάτῳ παραδοῦναι ἠνάγκαζεν· οὐδὲν τούτων ποιεῖ, ἀλλ' ὑπὲρ νόμον ἤδη πολιτεύεται. Ἔδει γὰρ τῆς χάριτος παραγενομένης πολλὰ λοιπὸν εἶναι τὰ σημεῖα τῆς ὑψηλῆς πολιτείας. Καθάπερ γὰρ ὁ ἥλιος καὶ μηδέπω τὰς ἀκτῖνας δείξας, πόῤῥωθεν τῷ φωτὶ καταυγάζει τῆς οἰκουμένης τὸ πλέον· οὕτω καὶ ὁ Χριστὸς μέλλων ἀνίσχειν ἀπὸ τῆς μήτρας ἐκείνης, καὶ πρὶν ἢ ἐξελθεῖν, τὴν οἰκουμένην κατέλαμψεν ἅπασαν. ∆ιὸ καὶ πρὸ τῶν ὠδίνων προφῆται ἐσκίρτων, καὶ γυναῖκες τὰ μέλλοντα προὔλεγον, καὶ Ἰωάννης οὔπω τῆς νηδύος προελθὼν, ἀπὸ τῆς μήτρας αὐτῆς ἐπήδα. Ἐντεῦθεν καὶ οὗτος πολλὴν ἐπεδείκνυτο φιλοσοφίαν· οὔτε γὰρ ἐνεκάλεσεν, οὔτε ὠνείδισεν, ἀλλ' ἐκβαλεῖν ἐπεχείρησε μόνον. Ἐν τούτῳ τοίνυν τῶν πραγμάτων ὄντων, καὶ πάντων ἐν ἀμηχανίᾳ καθεστώτων, παραγίνεται ὁ ἄγγελος πάντα λύων τὰ ἄπορα. Ἄξιον δὲ ἐξετάσαι, διὰ τί μὴ πρὸ τούτου εἶπεν ὁ ἄγγελος, πρὸ τοῦ διανοηθῆναι τὸν ἄνδρα τοῦτο, ἀλλ' ἐπειδὴ ἐνεθυμήθη, τότε ἀφικνεῖται· Ταῦτα γὰρ αὐτοῦ, φησὶν, ἐνθυμηθέντος, ὁ ἄγγελος ἔρχεται· καίτοιγε αὐτὴν καὶ πρὸ τοῦ συλλαβεῖν εὐαγγελίζεται, ὃ καὶ αὐτὸ πάλιν ἑτέραν ἀπορίαν ἔχει. Εἰ γὰρ καὶ ὁ ἄγγελος οὐκ εἶπε, τίνος ἕνεκεν ἡ Παρθένος ἐσίγησεν, ἀκούσασα παρὰ τοῦ ἀγγέλου, καὶ τὸν μνηστῆρα ὁρῶσα θορυβούμενον, οὐκ ἔλυσεν αὐτοῦ τὴν ἀπορίαν; Τίνος οὖν ἕνεκεν πρὸ τοῦ θορυβηθῆναι αὐτὸν ὁ ἄγγελος οὐκ εἶπεν; καὶ γὰρ ἀναγκαῖον τὸ πρότερον λῦσαι πρῶτον. Τίνος οὖν ἕνεκεν οὐκ εἶπεν; Ἵνα μὴ ἀπιστήσῃ, καὶ πάθῃ τὸ αὐτὸ τῷ Ζαχαρίᾳ. Ὁρωμένου μὲν γὰρ τοῦ πράγματος, εὔκολος ἡ πίστις λοιπόν· μηδέπω δὲ ἀρχὴν λαβόντος, οὐχ ὁμοίως