1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

23

ΟΡΟΣ Μ∆ʹ. Ὅτι ὁ ζυγὸς τοῦ Χριστοῦ χρηστὸς, καὶ τὸ φορτίον αὐτοῦ ἐλαφρόν ἐστιν εἰς ἀνάπαυσιν τῶν καταδε χομένων· πάντα δὲ τὰ ἀλλότρια τῆς κατὰ τὸ

Εὐαγγέλιον διδασκαλίας βαρέα καὶ φορτικά. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. ∆εῦτε πάντες πρός με, οἱ κοπιῶν τες καὶ

πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

ΟΡΟΣ ΜΕʹ. Ὅτι ἀδύνατον καταξιωθῆναι βασιλείας οὐρανῶν τοὺς μὴ παιδίων

πρὸς ἄλληλα ἰσοτιμίαν ἐν ἀλλήλοις μιμουμένους. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στρα φῆτε, καὶ γένησθε ὡς τὰ

παιδία, οὐ μὴ εἰσέλ θητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅτι δεῖ τὸν ἐπιθυμοῦντα μείζονος δόξης καταξιω θῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸ ἐνταῦθα ταπεινὸν καὶ ἔσχατον ἀγαπᾷν. Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Ὅστις οὖν ταπεινώσει ἑαυ τὸν, ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων 31.765 ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλ' ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος. ΜΑΡΚΟΣ. Καὶ ὃς ἐὰν θέλῃ γενέσθαι πρῶτος ὑμῶν, ἔσται πάντων δοῦλος. ΠΡΟΣ ΦΙΛΙΠΠ. Μη δὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ τα πεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.

ΟΡΟΣ Μʹ. Ὅτι ἐξ ἀντιπαραθέσεως τῆς ἐπὶ τοῖς ἐλάττοσι φυ λαττομένης

ἀκολουθίας τὴν ἐπὶ τοῖς μείζοσι σπουδὴν ἀπαιτούμεθα. Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὑτοῦ, ἢ

τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει; Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Ἔλεγε δὲ παρα βολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύ χεσθαι καὶ μὴ ἐκκακεῖν. Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἤθελεν ἐπὶ χρό νον. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπο μαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρ χομένη ὑπωπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος· Ἀκού σατε, τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐ τοῦ, τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυ κτός; ΠΡΟΣ ΤΙΜ. βʹ. Οὐδεὶς στρατευόμενος ἐμπλέ κεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ὅτι ἐξ ἀντιπαραθέσεως τῶν ἐπὶ τοῖς ἐλάττοσιν ἐκ πίστεως φόβον, καὶ ἐξ ἐπιθυμίας ἀξιολόγου σπου δὴν ἐπιδειξαμένων, οἱ ἐπὶ τοῖς μείζοσι καταφρο νηταὶ ἢ ἀμελεῖς ἁλόντες σφοδροτέραν ἔχουσι τὴν κατάκρισιν. Κεφάλ. Βʹ. ΛΟΥΚΑΣ. Βασίλισσα Νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περά των τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. ΜΑΤΘΑΙΟΣ. Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐ τὴν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Ὅτι οὐ δεῖ καταφρονεῖν τῶν μειζόνων, ἐπὶ τοῖς ἐλάττοσι σπουδὴν ἐνδεικνύμενον. Προηγουμένως δὲ τὰ μείζονα τῶν προσταγμάτων ποιοῦντα, συγκα τορθοῦν καὶ τὰ ἐλάττονα. 31.768 Κεφάλ. Γʹ.