23
εὐπαράδεκτον ἦν τὸ λεγόμενον. ∆ιὰ τοῦτο οὐκ εἶπεν ἐξ ἀρχῆς ὁ ἄγγελος· καὶ ἡ Παρθένος δὲ τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐσίγησεν. Οὐ γὰρ ἐνόμιζε πιστεύεσθαι παρὰ τῷ μνηστῆρι, πρᾶγμα ἀπαγγέλλουσα ξένον· ἀλλὰ καὶ παροξύνειν μᾶλλον αὐτὸν, ὡς ἁμάρτημα γεγενημένον συσκιάζουσα. Εἰ γὰρ αὐτὴ ἡ ὑποδέχεσθαι μέλλουσα τοσαύτην χάριν, 57.45 ἀνθρώπινόν τι πάσχει, καί φησι· Πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω; πολλῷ μᾶλλον ἐκεῖνος ἀμφέβαλλεν ἄν· καὶ μάλιστα παρὰ γυναικὸς ἀκούων τῆς ὑποπτευομένης. εʹ. ∆ιὰ ταῦτα ἡ Παρθένος μὲν οὐδὲν αὐτῷ λέγει, ὁ δὲ ἄγγελος τοῦ καιροῦ καλοῦντος ἐφίσταται. Τίνος οὖν ἕνεκεν, φησὶν, οὐχὶ καὶ ἐπὶ τῆς Παρθένου τοῦτο ἐποίησε, καὶ μετὰ τὴν κύησιν αὐτὴν εὐηγγελίσατο; Ἵνα μὴ ἐν ταραχῇ ᾖ καὶ θορύβῳ πολλῷ. Καὶ γὰρ εἰκὸς ἦν, τὸ σαφὲς οὐκ εἰδυῖαν, καὶ βουλεύσασθαί τι περὶ ἑαυτῆς ἄτοπον, καὶ ἐπὶ βρόχον ἐλθεῖν, καὶ ἐπὶ ξίφος, οὐ φέρουσαν τὴν αἰσχύνην. Καὶ γὰρ θαυμαστὴ ἦν ἡ Παρθένος, καὶ δείκνυσιν αὐτῆς τὴν ἀρετὴν ὁ Λουκᾶς, λέγων ὅτι ἐπειδὴ τὸν ἀσπασμὸν ἤκουσεν, οὐκ εὐθέως ἑαυτὴν ἐξέχεεν, οὐδὲ ἐδέξατο τὸ λεχθέν· ἀλλ' ἐταράχθη ζητοῦσα τὸ, ποταπὸς εἴη ὁ ἀσπασμός. Ἡ δὲ οὕτως οὖσα διηκριβωμένη, κἂν ἐξέστη τῇ ἀθυμίᾳ τὴν αἰσχύνην λογιζομένη, καὶ οὐ προσδοκῶσα, ὅσα ἂν λέγῃ, πείσειν τινὰ τῶν ἀκουόντων, ὅτι οὐ μοιχεία τὸ γεγενημένον. Ἵν' οὖν ταῦτα μὴ γένηται, ἦλθε πρὸ τῆς συλλήψεως ὁ ἄγγελος. Καὶ γὰρ ἔδει ταραχῆς ἐκτὸς εἶναι τὴν νηδὺν ἐκείνην, ᾗ ὁ πάντων ∆ημιουργὸς ἐπέβη. Καὶ παντὸς ἀπηλλάχθαι θορύβου τὴν ψυχὴν, τὴν καταξιωθεῖσαν τοιούτων γενέσθαι διάκονον μυστηρίων. ∆ιὰ ταῦτα τῇ μὲν Παρθένῳ πρὸ τῆς κυήσεως, τῷ δὲ Ἰωσὴφ ἐν τῷ καιρῷ τῶν ὠδίνων διαλέγεται· ὃ πολλοὶ τῶν ἀφελεστέρων οὐ συνειδότες, διαφωνίαν ἔφασαν εἶναι, διὰ τὸ τὸν μὲν Λουκᾶν λέγειν, ὅτι τῇ Μαρίᾳ εὐηγγελίζετο, τὸν δὲ Ματθαῖον, ὅτι τῷ Ἰωσὴφ, οὐκ εἰδότες ὅτι ἀμφότερα γέγονεν. Ὅπερ ἀναγκαῖον παρὰ πᾶσαν τὴν ἱστορίαν παρατηρεῖν· καὶ γὰρ πολλὰς οὕτω λύσομεν δοκούσας εἶναι διαφωνίας. Ἔρχεται τοίνυν ὁ ἄγγελος, θορυβουμένου τοῦ Ἰωσήφ. Καὶ γὰρ καὶ τῶν εἰρημένων ἕνεκεν, καὶ ἵνα φανῇ αὐτοῦ ἡ φιλοσοφία, ἀναβάλλεται τὴν παρουσίαν. Ἐπειδὴ δὲ τὸ ἔργον ἔμελλεν ἐκβαίνειν, παραγίνεται λοιπόν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἄγγελος κατ' ὄναρ φαίνεται τῷ Ἰωσήφ. Ὁρᾷς τοῦ ἀνδρὸς τὴν ἐπιείκειαν; Οὐ μόνον ὅτι οὐκ ἐκόλασεν, ἀλλ' ὅτι οὐδὲ ἐξεῖπέ τινι, οὐδὲ αὐτῇ τῇ ὑποπτευομένῃ, ἀλλὰ καθ' ἑαυτὸν ἐλογίζετο, καὶ αὐτῇ τῇ Παρθένῳ σπουδάζων κρύψαι τὴν αἰτίαν. Οὐδὲ γὰρ εἶπεν, Ἐκβαλεῖν αὐτὴν ἤθελεν, ἀλλ' Ἀπολῦσαι· τοσοῦτον ἦν ἥμερος καὶ ἐπιεικὴς ὁ ἀνήρ. Ταῦτα δὲ αὐτοῦ ἐνθυμουμένου, κατ' ὄναρ φαίνεται ὁ ἄγγελος. Καὶ διὰ τί μὴ φανερῶς, καθὼς τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ καὶ τῇ Παρθένῳ; Σφόδρα πιστὸς ἦν ὁ ἀνὴρ, καὶ οὐκ ἐδεῖτο τῆς ὄψεως ταύτης. Ἡ μὲν γὰρ Παρθένος, ἅτε πολὺ μέγα εὐαγγελιζομένη, καὶ τοῦ Ζαχαρίου μεῖζον, καὶ πρὸ τοῦ πράγματος, ἔχρῃζε καὶ παραδόξου ὄψεως· οἱ δὲ ποιμένες, ἅτε ἀγροικικώτερον διακείμενοι. Οὗτος δὲ μετὰ τὸν τόκον, τῆς ψυχῆς λοιπὸν ὑπὸ τῆς πονηρᾶς ὑποψίας καταληφθείσης, καὶ ἑτοίμου οὔσης πρὸς χρηστὰς μεταθέσθαι ἐλπίδας, εἰ φανείη τις ὁ πρὸς τοῦτο ὁδηγῶν, εὐκόλως δέχεται τὴν ἀποκάλυψιν. ∆ιὸ μετὰ τὴν 57.46 ὑποψίαν εὐαγγελίζεται, ἵνα αὐτὸ τοῦτο γένηται αὐτῷ τῶν λεγομένων ἀπόδειξις. Τὸ γὰρ μηδενὶ ἐξειπεῖν, ἀλλ' ἃ κατὰ διάνοιαν ἐνεθυμήθη, ταῦτα ἀκοῦσαι λέγοντος τοῦ ἀγγέλου, ἀναμφισβήτητον αὐτῷ παρεῖχε σημεῖον τοῦ παρὰ Θεοῦ λέγοντα ἀφῖχθαι· αὐτοῦ γὰρ μόνου τὰ ἀπόῤῥητα τῆς καρδίας εἰδέναι ἐστίν. Ὅρα γοῦν πόσα γίνεται· καὶ ἡ τοῦ ἀνδρὸς φιλοσοφία διαδείκνυται, καὶ πρὸς τὴν πίστιν αὐτῷ συμβάλλεται τὸ εὐκαίρως λεχθὲν, καὶ ὁ λόγος ἀνύποπτος γίνεται, δεικνὺς ὅτι ἔπαθεν ἅπερ εἰκὸς ἦν παθεῖν ἄνδρα. ʹ. Πῶς οὖν αὐτὸν πιστοῦται ὁ ἄγγελος; Ἄκουσον, καὶ θαύμασον τὴν σοφίαν τῶν εἰρημένων. Ἐλθὼν γάρ φησιν· Ἰωσὴφ υἱὸς ∆αυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. Εὐθέως αὐτὸν ἀναμιμνήσκει τοῦ ∆αυῒδ, ὅθεν ὁ Χριστὸς ἔμελλεν ἔσεσθαι, καὶ οὐκ ἀφίησιν αὐτὸν