1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

24

περὶ τοὺς οἰκείους διαθέσεως τὴν ἀφόρητον βλάβην, φύγωμεν τὴν περὶ ἐκείνων φροντίδα, ὡς διαβολικὸν ὅπλον ὑπάρχουσαν. Καὶ γὰρ αὐτὸς ὁ Κύριος τὴν τοιαύτην σχέσιν καὶ συνήθειαν ἀπηγόρευσεν, ἑνὶ μὲν τῶν μαθητῶν οὐκ ἐπιτρέψας, οὐδὲ αὐτὸ μόνον τοῖς οἰκείοις συντάξασθαι· ἑτέρῳ 31.1393 δὲ οὐδὲ τῷ σώματι τοῦ πατρὸς τεθνεῶτος γῆν ἐπ αμήσασθαι. Τῷ μὲν γὰρ συντάξασθαι βουλομένῳ τοῖς οἰκείοις φησίν· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τῷ δὲ θάψαι τὸν πατέρα παρακαλοῦντι, Ἀκολούθει μοι, φησὶ, καὶ, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καίτοι ἐδόκουν εὐλογωτάτας καὶ δικαιοτά τας ποιεῖσθαι τὰς δεήσεις ἑκάτεροι· ἀλλ' οὐκ ἐπένευ σεν ὁ Σωτὴρ, οὐδὲ πρὸς τὸ ἀκαρὲς γοῦν ἀφῆκεν αὐτοῦ χωρίζεσθαι τοὺς τροφίμους τῆς τῶν οὐρανῶν βασιλείας, ἵνα μή τι τοῦ ὑψηλοῦ καὶ οὐρανίου φρονήματος ταπει νότερον ἢ πράξαιεν, ἢ λογίσαιντο τῇ περὶ τὰς γηίνας καὶ σαρκικὰς διαθέσεις ῥοπῇ, ὡς οὐκ ἐξὸν, τοὺς τὰ οὐράνια φρονοῦντας τῶν ἐπὶ γῆς ἔχειν λόγον τινὰ, ὡς ἤδη μεταστάντας καὶ ὑπερκοσμίους τῇ διανοίᾳ γεγενημένους. Εἰ δὲ λέγοι τις, ὅτι Πῶς οὖν ὁ νόμος κελεύει τῶν οἰκείων φροντίζειν, λέγων· Καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει· ὁμοίως δὲ καὶ ὁ Ἀπόστολος· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων, σύντομον τὴν ἀπόκρισιν παρεξόμεθα· ὅτι ὁ θεῖος Ἀπόστολος πρὸς τοὺς βιωτικοὺς, πρὸς τοὺς τὸν ὑλικὸν πλοῦτον ἔχοντας, καὶ δυναμένους παραμυθεῖσθαι τὴν τῶν συγγενῶν ἔνδειαν, τοῦτο εἴρηκεν. Ὁμοίως δὲ καὶ ὁ νόμος ταῦτά φησι, καὶ ἵνα συντομώτερον εἴπω, πρὸς τοὺς ζῶντας, οὐ πρὸς τοὺς τεθνεῶτας· ἀνεύθυνοι γὰρ παντὸς τοιούτου ὀφλήματος οὗτοί γε. Σὺ δὲ τέθνηκας μὲν, καὶ ἐσταύρωσαι τῷ κόσμῳ παντί. Ἀποταξάμενος γὰρ τῷ ὑλικῷ πλούτῳ, τὴν ἀκτησίαν ἠγάπησας· σεαυτὸν δὲ ἀναθεὶς τῷ Θεῷ, κειμήλιον γέγονας τοῦ Θεοῦ. Ὡς τεθνεὼς, ἐλεύθε ρος εἶ πάσης τῆς περὶ τοὺς συγγενεῖς εἰσφορᾶς· ὡς ἀκτήμων, οὐδὲν ἔχεις ὃ χορηγήσῃς. Καὶ αὐτὸ δὲ τὸ σῶμα καρποφορήσας, καὶ οὐδὲ ἐκείνου λοιπὸν ἔχων τὴν ἐξουσίαν ὡς ἀναθήματος, οὐ θέμις σοι εἰς ἀνθρώπων χρῆσιν εἶναι· μόνοις δὲ τοῖς ὁμοτρόποις ὡς καὶ αὐτοῖς Θεῷ τὸ πᾶν ἀνακειμένοις συμπολι τεύεσθαι. Πόθεν οὖν σοι ἁρμόσει τὰ μνημονευθέντα ῥήματα τῆς ἁγίας Γραφῆς; ἢ πῶς οὐχ ἁμαρτήσεις τὰς ἑαυτοῦ ὁμολογίας περὶ τὴν ἄσκησιν ἀθετῶν;

ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Ὅτι οὐ δεῖ τῆς πνευματικῆς ἀδελφότητος ἀποκόπτεσθαι.

Χρὴ μέντοι καὶ τοῦτο πεπεῖσθαι σαφῶς, ὅτι ὁ ἅπαξ εἰς σύνδεσμον καὶ

συνάφειαν ἐλθὼν πνευματι κῆς ἀδελφότητος οὐχ οἷός τ' ἂν ᾖ ἀποκόπτεσθαι καὶ χωρίζεσθαι τούτων, οἷς συνηρμόσθη. Εἰ γὰρ ἄν θρωποι πολλάκις εἰς κοινωνίαν βίου τούτου τοῦ ὑλι 31.1396 κοῦ συνερχόμενοι οὐκ ἂν δύναιντο παρὰ τὰ συμβα θέντα χωρίζεσθαι, ἢ ὁ τοῦτο ποιῶν ἔνοχος ἔσται τοῖς ὡρισμένοις ἐπιτιμίοις· πολλῷ μᾶλλον ὁ εἰς σύμβασιν ἐλθὼν πνευματικῆς συμβιώσεως τῆς ἄλυ τον καὶ αἰώνιον τὴν συνάφειαν κεκτημένης οὐχ οἷός τ' ἂν εἴη μερίζειν καὶ ἀποκόπτειν ἑαυτὸν τού των, οἷς συνεκράθη. Ἢ τοῦτο ποιῶν, βαρυτάτοις ἑαυτὸν τοῖς ἄνωθεν ἐπιτιμίοις ὑποβάλλει. Εἰ γὰρ γυνὴ, ἡ εἰς κοινωνίαν ἀνδρὸς ἀφιγμένη, καὶ σαρκικὴν ἔχουσα τὴν συνάφειαν αὐτοῦ, εἰ τούτῳ ἐπιβου λεύουσα φωραθείη, θανάτῳ καταδικάζεται· πόσῳ μᾶλλον ὁ πνευματικῇ κοινωνίᾳ συναρμοσθεὶς ὑπ' αὐτῷ μάρτυρι καὶ μεσίτῃ τῷ Πνεύματι ὑπόδικος ἐπὶ τῷ χωρισμῷ γίνεται; Ὥσπερ οὖν τὰ μέλη τοῦ σώματος, φύσεως συν ηρτημένα δεσμῷ, οὐκ ἂν τοῦ σώματος ἀποῤῥήγνυ σθαι δύναιτο, ἢ, εἰ ἀποῤῥαγείη, νεκρὸν τὸ ἀποῤῥη γνύμενον γένοιτ' ἄν· οὕτω καὶ ἀσκητὴς ἀδελφότητι συναπτόμενος, καὶ φύσεως ἰσχυροτέρῳ δεσμῷ τῇ τοῦ Πνεύματος ἁρμολογίᾳ