1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

24

ΜΑΤΘΑΙΟΣ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φα ρισαῖοι, ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύο σμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφ ήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Ὁδηγοὶ τυφλοὶ οἱ διυλί ζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπί νοντες.

ΟΡΟΣ ΜΖʹ. Ὅτι οὐ δεῖ θησαυρίζειν ἑαυτῷ ἐπὶ τῆς γῆς, ἀλλ' ἐν οὐρανῷ· καὶ τίς

ὁ τρόπος τοῦ ἐν οὐρανῷ θησαυρίζειν. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς

καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι. Θη σαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέ πται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν. ΛΟΥ ΚΑΣ. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα· θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. ΛΟΥΚΑΣ. Πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐ ρανοῖς. ΠΡΟΣ ΤΙΜ. αʹ. Εὐμεταδότους εἶναι, κοινωνικοὺς, ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς. ΟΡΟΣ ΜΗʹ. Ὅτι δεῖ ἐλεήμονα καὶ εὐμετάδοτον εἶναι· κατηγο ροῦνται γὰρ οἱ μὴ τοιοῦτοι. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. ΛΟΥΚΑΣ. Παντὶ τῷ αἰτοῦντί σε δί δου. ΠΡΟΣ ΡΩΜ. Ἀστόργους, ἀνελεήμονας, οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. ΠΡΟΣ ΤΙΜ. αʹ. Εὐμεταδότους εἶναι, κοινωνικούς. Ὅτι πᾶν ὅπερ ἂν ἔχῃ τις πλέον τοῦ ἐπιδεομένου τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, ὀφειλέτης ἐστὶν ἐκεῖ νον εὐεργετῆσαι, κατ' ἐντολὴν τοῦ Κυρίου τοῦ καὶ δεδωκότος ἃ ἔχομεν. Κεφάλ. Βʹ. ΛΟΥΚΑΣ. Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. ΠΡΟΣ ΚΟΡ. αʹ. Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; ΠΡΟΣ ΚΟΡ. βʹ. Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένη ται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν. 31.769 Ὅτι οὐ δεῖ πλουτεῖν, ἀλλὰ πτωχεύειν, κατὰ τὸν τοῦ Κυρίου λόγον. Κεφάλ. Γʹ. ΛΟΥΚΑΣ. Μακάριοι, οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. ΠΡΟΣ ΤΙΜ. αʹ. Οἱ δὲ βουλόμενοι πλου τεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθη σαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. Ὅτι οὐ δεῖ φροντίζειν τοῦ περισσεύεσθαι ἐν τοῖς πρὸς τὸ ζῇν· οὔτε περὶ τὴν πλησμονὴν, οὔτε περὶ τὴν πολυτέλειαν σπουδὴν ἔχειν· καθαρεύειν δὲ παντὸς εἴδους πλεονεξίας καὶ καλλωπισμοῦ. Κεφάλ. ∆ʹ. ΛΟΥΚΑΣ. Ὁρᾶτε, καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ. ΠΡΟΣ ΤΙΜ. αʹ. Κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρ κεσθησόμεθα. Ὅτι οὐ δεῖ μεριμνᾷν τῆς ἰδίας ἕνεκεν χρείας, οὐδὲ τοῖς ἡτοιμασμένοις πρὸς τὴν παροῦσαν ζωὴν ἐπελπίζειν, ἀλλὰ τῷ Θεῷ ἀποδιδόναι τὰ καθ' ἑαυτόν. Κεφάλ. Εʹ. ΜΑΤΘΑΙΟΣ. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. ∆ιὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ