1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

24

δίκαιος κριτὴς, ἀποδώσων ἑκάστῳ τὴν προσήκουσαν ἐν ἀγαθοῖς ἀμοιβήν· τῷ δ' ἐγκρύψαντι τοὺς λόγους καὶ καταδήσαντι παρ' ἑαυτῷ, μηδέν τε εἰργασμένῳ πονηρῷ δούλῳ καὶ ὀκνηρῷ, τἀπίχειρα τῆς πονηρίας ἐποίσει. -Τὸ ἐπάνω δέκα ἢ πέντε πόλεων ἀρχήν τινα καὶ ἐξουσίαν δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι ἀξίων. Ἀλλὰ γὰρ τῶν μὲν αὐτοῦ θεραπόντων τοιαύτην ποιήσεται τὴν διάκρισιν· τῶν δὲ μὴ τῆς αὐτῆς δουλείας κατηξιωμένων, ἄλλως δὲ πολιτῶν αὐτοῦ γεγενημένων, ἐν ἐχθρῶν δὲ καὶ μισούντων αὐτὸν χώρᾳ ἑαυτοὺς καταλεξάντων, πρεσβείαν τε ἀπεσταλκότων ἀπαρνουμένην αὐτοῦ τὴν βασιλείαν, ὁποῖον ἔσται τέλος, παρίστη δι' ὧν ἐπανελθόντα τὸν βασιλέα κατὰ τὴν δευτέραν καὶ βασιλικὴν αὐτοῦ θεοφάνειαν, φοβερὰν ἀπόφασιν ἐξοίσειν κατ' αὐτῶν προὔλεγε τὴν φήσασαν· Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου. Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Αὐτὸς μὲν ἔργα θεϊκῆς δυνάμεως ἐπιτελῶν, τεραστίας καὶ παραδόξους πράξεις ἐνεδείκνυτο, ἐδίδασκέ τε οὐράνια μαθήματα· οἱ δ' ἀποθαυμάζειν δέον, γνωρίζειν τε ἐκ τῶν λόγων καὶ τῶν πράξεων, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ ὑπὸ τῶν προφητῶν κεκηρυγμένος, τοῦτο μὲν οὐκ ἔπραττον, ἐπ' ἀνατροπῇ δὲ τοῦ πλήθους ἐπιστάντες ἀθρόως, ἐπετίμων πυνθανόμενοι ἐν ποίᾳ ἐξουσίᾳ εἴη ταῦτα ποιῶν, καὶ παρὰ τίνος εἰλήφει τὴν τοῦ τὰ τοιάδε πράττειν ἀδεῶς ἐξουσίαν. Ἐρωτήσω ὑμᾶς κἀγὼ, κ. τ. λ. Ἀνεξικάκως καὶ πράως αὐτοὺς δεξάμενος ὁ Κύ 24.596 ριος ἀνερωτᾷ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὐ πόθεν εἴη αὐτὸς, ἀλλὰ πόθεν τὸν τοῦ βαπτίσματος νόμον εἰλήφοι. Τὸ μὲν γὰρ αὐτὸν περὶ ἑαυτοῦ μαρτυρεῖν ἐπαχθὲς ἡγεῖτο καὶ περιαυτολόγον· τὸ δ' ἐπὶ Ἰωάννην ἀναπέμπειν λεληθυῖαν τὴν περὶ ἑαυτοῦ διδασκαλίαν περιεῖχεν· ὡμολόγητο γὰρ παρὰ παντὶ τῷ λαῷ Ἰωάννης ἐξ οὐρανῶν ὡρμημένος. Οὗτος δὲ αὐτὸς ἐμαρτύρει τῷ Σωτῆρι πόθεν εἴη τὴν ἐξουσίαν εἰληφώς. Ὡς γὰρ ἀπήγγελλον αὐτῷ τινες, ὅτι Ἰησοῦς βαπτίζει, ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾗ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ ἄνωθεν. Αὐτοὶ ὑμεῖς μαρτυρεῖτέ μοι, ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου· καὶ πάλιν· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ αὖθις· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Οὐκοῦν ἀπὸ τῆς Ἰωάννου περὶ αὐτοῦ μαρτυρίας δῆλος ἦν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἔπραττεν ὁ Σωτὴρ, καὶ τίς αὐτῷ δεδώκει τὴν τοιαύτην ἐξουσίαν. Ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Τηνικαῦτα γὰρ τῆς συντελείας τοῦ θνητοῦ βίου γενομένης, παρελθόντος τε τοῦ σχήματος τοῦ κόσμου τούτου κατὰ τὸν Ἀπόστολον, νέος αἰὼν διαλήψεται. Ἀντὶ γὰρ πάντων τῶν αἰσθητῶν φωστήρων τῶν πρὶν φωτιζόντων τὸν πρὸ τούτου αἰῶνα ἐπιλάμψει λοιπὸν αὐτὸς καὶ ἐπιφανήσεται ὁ Σωτὴρ ἡμῶν, ἀρχηγὸς καὶ φωστὴρ, καὶ βασιλεὺς τοῦ νέου αἰῶνος καταστησόμενος. Τοσαύτη δέ τις ἔσται ἡ τῆς θεότητος αὐτοῦ δύναμις, καὶ ἡ ἀνυπέρβλητος αὐτοῦ δόξα, ὡς τὸν νῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἐν οὐρανῷ φωστῆρας διὰ τὴν τοῦ κρείττονος παράθεσιν ἀποκρυβῆναι καὶ καλυφθῆναι τῇ αὐτοῦ δυνάμει. Τῶν ὑπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τοῦ γὰρ Υἱοῦ τοῦ Θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστησομένου, καὶ τὴν ἄθεον καὶ μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἀπωλείας καταργεῖν μέλλοντος τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, ἀναλίσκειν τε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τῶν τε ἐπουρανίων πνευμάτων καὶ τῶν θείων καὶ ἀγγελικῶν λειτουργῶν τοῦ Θεοῦ τὸν Υἱὸν τοῦ Θεοῦ δορυφορούντων καὶ σὺν αὐτῷ παρεσομένων, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· ὡς τότε πληροῦσθαι τό· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ποῦ δὲ