24
Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀρὰμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδὰβ, Ἀμινδὰβ δὲ ἐγέννησε τὸν Ναασσὼν, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμὼν, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὀβὴδ ἐκ τῆς Ῥοὺθ, Ὀβὴδ δεἐγέννησε τὸν Ἰεσσαὶ, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν ∆αυῒδ τὸν βασιλέα· ∆αυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοὰμ, Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιὰ,Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσὰ, Ἀσὰ δὲ ἐγέννησετὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωρὰμ,Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησετὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμμὼν, Ἀμμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶτοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος· μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιὴλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε 772 τὸν Ἀβιοὺδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακεὶμ,Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζὼρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδὼκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχεὶμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιοὺδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθὰν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι νῦν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως ∆αυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ ∆αυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Ζητητέον δὲ ἡμῖν κατὰ ποῖον λόγον ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς ἐν τῇ γενεαλογίᾳ διαφωνοῦσι τοῦ Ἰωσήφ· ὁ μὲν υἱὸν Ἰακὼβ γράφων αὐτὸν υἱοῦ Ματθὰν, ὁ δὲ Λουκᾶς υἱὸν Ἡλεὶ τοῦ Μελχεί· καὶ πῶς οὗτοι, διαφόρων γενῶν ὑπάρχοντες, ὅ τε Μελχεὶ καὶ ὁ Ματθὰν, πάπποι τοῦ Ἰωσὴφ ἀναφαίνονται. Ἔστιν οὖν τοῦτο σαφηνιζόμενον. Πρῶτος γὰρ Ματθὰν, ὁ ἐκ γένους Σολομῶντος, ἄγεται γυναῖκα Αἰθὰν ὀνόματι, καὶ ἐκ ταύτης γεννᾷ τὸν Ἰακὼβ, καὶ ἀποθνήσκει. Καὶ ἄγεται αὐτὴν ὁ Μελχεὶ ὁ ἐκ γένους Ματθὰν, ἐκποιεῖ ἐξ αὐτῆς τὸν Ἡλεί. Καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχεὶ, τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα, δύο ὁμομητρίους ἐπαιδοποιήσαντο ἀδελφοὺς, διὸ καὶ ἐκ διαφόρων δύο γενῶν εὑρίσκομεν τὸν Ἰακὼβ καὶ τὸν Ἡλεί. Ἡλεὶ δὲ, λαβὼν γυναῖκα, ἄπαις ἐτελεύτησε, καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰακὼβ ἔλαβε τὴν γυναῖκα αὐτοῦ, ὅπως κατὰ τὸν νόμον ἐγείρῃ τέκνα τῷ ἀδελφῷ, καὶ γεννᾷ ἐξ αὐτῆς τὸν Ἰωσήφ. Ὥστε οὖν κατὰ φύσιν μὲν ἦν υἱὸς τοῦ Ἰακὼβ ὁ Ἰωσὴφ, κατὰ νόμον δὲ τοῦ Ἡλεί. Ἄξιον δὲ καὶ τὴν ἱστορίαν, ἣν διέξεισι περὶ τῆς ἁγίας Μαρίας Ἰάκωβός τις, ἐπελθεῖν. Φάσκει γὰρ, ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἄνδρα πλούσιον γεγενῆσθαι ὀνόματι Ἰωακεὶμ, ὃς καθ' ἑορτὴν διπλάσιον τῶν ἅλλων δῶρα τῷ Θεῷ προσεκόμιζεν, οὕτω λέγων· Τὸ τῆς περιουσίας ἐν παντὶ τῷ λαῷ, καὶ τὸ τῆς ἀφέσεως εἰς ἱλασμὸν ἐμοὶ Κυρίῳ τῷ Θεῷ. Ἐνστάσης οὖν τῆς μεγίστης τοῦ Κυρίου ἑορτῆς, καὶ πάντων κατὰ τὸ εἰωθὸς τὰ δῶρα τῷ Θεῷ προσκομιζόντων, προσενεγκεῖν πρῶτος αὐτὸς ὥρμησεν. Καὶ Ῥουβίν τις διεκώλυσεν αὐτὸν προσοῖσαι πρῶτον, λέγων, μὴ ἐξεῖναι αὐτῷ, καθότι ἄτεκνος ἐν τῷ Ἰσραὴλ καθέστηκε. Καὶ λυπηθεὶς ἐπὶ τοῦτο, εἰς τὴν ἔρημον ἀφίκετο, κἀκεῖ πήξας σκηνὴν ἱκέτευε τὸν Θεὸν παρασχεῖν καὶ αὐτῷ, ὥσπερ τῷ Ἀβραὰμ γνησίου παιδὸς σποράν· μόνον γὰρ ἐγνώκει ἑαυτὸν ὑπάρχειν ἐν τῷ Ἰσραήλ· ἄχρις ἡμερῶν νηστεύων τεσσαράκοντα ἱκέτευε τὸν Θεόν. Ὁμοίως δὲ καὶ ἡ ὁμόζυγος αὐτοῦ, περιθεμένη ἐσθῆτα εὐτελῆ, ἐδεῖτο τοῦ Θεοῦ τυχεῖν γονῆς. Ἐπιστάσης δὲ τῆς μεγίστης ἡμέρας τοῦ Θεοῦ, λαμπρὰν στολὴν ἀμφιέννυται· οὐ γὰρ ἦν θεμιτὸν ἐν ταύτῃ τῇ ἑορτῇ πένθιμον ἠμφιέσθαι στολήν. Περὶ γοῦν τὴν ἐννάτην ὥραν τῆς ἡμέρας ὑπό τι δένδρον ἐν τῷ