24
διαταραχθῆναι, διὰ τῆς τῶν προγόνων προσηγορίας τῆς ἐπαγγελίας τῆς πρὸς τὸ ὅλον γένος γενομένης ἀναμνήσας. Ἐπεὶ τίνος ἕνεκεν υἱὸν ∆αυῒδ αὐτὸν ἐκάλεσε; Μὴ φοβηθῇς· καίτοιγε ἀλλαχοῦ ὁ Θεὸς οὐχ οὕτω ποιεῖ, ἀλλὰ βουλευομένου τινὸς περὶ γυναικὸς ὅπερ οὐκ ἔδει, ἐπιπληκτικώτερον καὶ μετ' ἀπειλῆς τῷ λόγῳ κέχρηται· καίτοιγε τὸ πρᾶγμα καὶ ἐκεῖ ἀγνοίας ἦν· οὐδὲ γὰρ εἰδὼς ἔλαβε τὴν Σάῤῥαν ἐκεῖνος· ἀλλ' ὅμως ἐπέπληξεν· ἐνταῦθα δὲ ἡμερώτερον. Πολὺ γὰρ τὸ μέγεθος τῶν οἰκονομουμένων ἦν, καὶ τὸ μέσον ἑκατέρων τῶν ἀνδρῶν· διόπερ οὐδὲ ἐπιπλήξεως ἔδει. Εἰπὼν δὲ, Μὴ φοβηθῇς, δείκνυσιν αὐτὸν δεδοικότα, μὴ προσκρούσῃ τῷ Θεῷ ὡς μοιχαλίδα ἔχω, ὡς εἰ μὴ τοῦτο ἦν, οὐδ' ἂν ἐνενόησεν ἐκβαλεῖν. ∆ιὰ πάντων τοίνυν δείκνυσιν, ὅτι παρὰ Θεοῦ ὁ ἄγγελος ἥκει, καὶ ἅπερ ἐνενόησε, καὶ ἅπερ ἔπαθε κατὰ διάνοιαν, ἅπαντα εἰς μέσον ἐκφέρων καὶ προτιθείς. Εἰπὼν δὲ αὐτῆς τὸ ὄνομα, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἐπήγαγε, Τὴν γυναῖκά σου, οὐκ ἂν οὕτω καλέσας, εἰ διέφθαρτο. Γυναῖκα δὲ ἐνταῦθα τὴν μνηστὴν λέγει· ὥσπερ οὖν καὶ γαμβροὺς εἴωθεν ἡ Γραφὴ λέγειν καὶ πρὸ τοῦ γάμου τοὺς μνηστῆρας. Τί δέ ἐστι, Παραλαβεῖν; Ἔνδον κατέχειν· ἤδη γὰρ αὐτῷ τῇ διανοίᾳ ἀπολέλυτο. Ταύτην τὴν ἀπολελυμένην, φησὶ, κάτεχε, ἥν σοι παραδίδωσιν ὁ Θεὸς, οὐχ οἱ γονεῖς· παραδίδωσι δὲ, οὐκ εἰς γάμον, ἀλλ' εἰς τὸ συνοικεῖν, καὶ παραδίδωσι διὰ τῆς φωνῆς τῆς ἐμῆς. Ὥσπερ αὐτὴν καὶ ὁ Χριστὸς ὕστερον παρέδωκε τῷ μαθητῇ, οὕτω καὶ νῦν τῷ Ἰωσήφ. Εἶτα καὶ τὴν ὑπόθεσιν αἰνιξάμενος, τὴν μὲν πονηρὰν ὑποψίαν οὐκ εἶπε, σεμνότερον δὲ καὶ πρεπωδέστερον τῇ τῶν ὠδίνων αἰτίᾳ κἀκείνην ἀνεῖλε, δεικνὺς ὅτι δι' ὅπερ ἐδεδοίκει καὶ ἐκβαλεῖν ἤθελε, δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ λαβεῖν καὶ κατασχεῖν ἔνδον ἂν εἴη δίκαιος, ἐκ περιουσίας λύων τὴν ἀγωνίαν. Οὐ γὰρ μόνον παρανόμου, φησὶν, ἀπήλλακται μίξεως, ἀλλὰ καὶ ὑπὲρ φύσιν κυεῖ. Μὴ τοίνυν τὸν φόβον ἐκλύσῃς μόνον, ἀλλὰ καὶ εὐφραίνου μειζόνως· Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Παράδοξον τὸ εἰρημένον, ὑπερβαῖνον ἀνθρώπινον λογισμὸν, καὶ ἀνώτερον τῶν 57.47 τῆς φύσεως νόμων. Πῶς οὖν πιστεύσει ὁ τούτων ἄπειρος τῶν διηγημάτων ἀνήρ; Ἀπὸ τῶν παρελθόντων, φησὶν, ἀπὸ τῶν ἀποκαλύψεων. ∆ιὰ γὰρ τοῦτο τὰ ἐν τῇ διανοίᾳ πάντα ἐξεκάλυψεν, ἅπερ ἔπαθεν, ἅπερ ἔδεισεν, ἅπερ ποιῆσαι ἐβουλεύσατο, ἵνα ἐξ ἐκείνων καὶ τοῦτο πιστώσηται· μᾶλλον δὲ, οὐκ ἀπὸ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων αὐτὸν ἐπάγεται. Τέξεται δὲ, φησὶν, υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Μὴ γὰρ, ἐπειδὴ ἐκ Πνεύματός ἐστιν ἁγίου, νομίσῃς ἀλλότριόν σε τῆς διακονίας εἶναι τῆς κατὰ τὴν οἰκονομίαν. Εἰ γὰρ καὶ εἰς τὴν γέννησιν οὐδὲν συντελεῖς, ἀλλ' ἀνέπαφος ἔμεινεν ἡ Παρθένος, ὅμως ὅπερ ἐστὶ πατρὸς ἴδιον, οὐ λυμαινόμενον τὸ τῆς παρθενίας ἀξίωμα, τοῦτό σοι δίδωμι, τὸ ὄνομα ἐπιθεῖναι τῷ τικτομένῳ· σὺ γὰρ αὐτὸν καλέσεις. Εἰ γὰρ καὶ μὴ σὸς ὁ τόκος, ἀλλὰ τὰ πατρὸς ἐπιδείξῃ περὶ αὐτόν. ∆ιὰ τοῦτό σε καὶ ἀπὸ τῆς τοῦ ὀνόματος θέσεως εὐθέως οἰκειῶ τῷ τικτομένῳ. Εἶτα, ἵνα μὴ πάλιν ἐκ τούτου πατέρα τις αὐτὸν ὑποπτεύσῃ, ἄκουσον τὰ ἑξῆς πῶς μετὰ ἀκριβείας τίθησι. Τέξεται, φησὶν, υἱόν· οὐκ εἶπε, Τέξεταί σοι, ἀλλ' ἁπλῶς, Τέξεται, μετέωρον αὐτὸ θείς· οὐ γὰρ αὐτῷ ἔτικτεν, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ. ζʹ. ∆ιὰ τοῦτο καὶ τὸ ὄνομα ἐκ τῶν οὐρανῶν ἦλθε κομίζων ὁ ἄγγελος, καὶ ἐντεῦθεν δεικνὺς θαυμαστὸν ὄντα τὸν τόκον, τῷ τὸν Θεὸν εἶναι τὸν τὴν προσηγορίαν ἄνωθεν πέμποντα διὰ τοῦ ἀγγέλου τῷ Ἰωσήφ. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἦν, ἀλλὰ μυρίων ἀγαθῶν θησαυρός. ∆ιὸ καὶ ἑρμηνεύει τοῦτο ὁ ἄγγελος, καὶ χρηστὰς ὑποτείνει ἐλπίδας, καὶ ταύτῃ πρὸς πίστιν αὐτὸν ἐπαγόμενος. Πρὸς γὰρ ταῦτα ἐπιῤῥεπέστερον εἰώθαμεν ἔχειν· διὸ καὶ μᾶλλον αὐτοῖς πιστεύειν φιλοῦμεν. Ἀπὸ πάντων τοίνυν κατασκευάσας τὴν πίστιν, ἀπὸ τῶν παρελθόντων, ἀπὸ τῶν μελλόντων, ἀπὸ τῶν ἐνεστώτων, ἀπὸ τῆς εἰς αὐτὸν τιμῆς, εἰσάγει καὶ τὸν προφήτην εὐκαίρως τούτοις ἅπασι ψηφιζόμενον. Πρὶν ἢ δὲ αὐτὸν εἰσαγαγεῖν, τὰ μέλλοντα τῇ οἰκουμένῃ δι' αὐτοῦ συμβήσεσθαι ἀγαθὰ προαναφωνεῖ. Τίνα δὲ ταῦτά ἐστιν;