25
κρατούμενος, οὐκ ἂν ἐξουσίαν ἔχοι τέμνεσθαι τούτων, οἷς συνηρμόσθη. Ἢ ποιῶν τοῦτο, νεκρός ἐστι τῇ ψυχῇ, καὶ ἐστερη μένος τῆς τοῦ Πνεύματος χάριτος, οἷα δὴ τὴν ἐπ' αὐτοῦ σύμβασιν ἀθετήσας. Εἰ δὲ λέγοι τις, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν· οὐ γὰρ ἅπαντας αἰτιάσε ται· οὐ γὰρ ἐπὶ κακίᾳ τὴν κοινωνίαν πεποίηνται, ὥστε πάντας συμφώνως εἶναι κακούς· εἰ οὖν λέγοι, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν, καὶ ἀφυλάκτως τὸ ἀγαθὸν παραλύοντες, καὶ τῆς κοσμιότητος ἀμελοῦντες, καὶ τὴν πρέπουσαν ἀσκηταῖς ἀκρίβειαν παρορῶντες, καὶ διὰ τοῦτο προσήκει τῶν τοιούτων χωρίζεσθαι, οὐκ ἀρκοῦσαν ἀπολογίαν τοῦ χωρισμοῦ ταύτην ἐπινενόηκεν. Οὐδὲ γὰρ Πέτρος, ἢ Ἀνδρέας, ἢ Ἰωάννης διὰ τὴν τοῦ Ἰούδα πονηρίαν ἀπεῤῥάγησαν τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ, οὐδὲ ἕτερός τις τῶν ἀποστόλων ταύτην ἀφορμὴν ἀποστάσεως ἐποιήσατο, οὐδέ τι πρὸς τὸ πείθεσθαι τῷ Χριστῷ ὑπὸ τῆς ἐκείνου μοχθηρίας ἐνεποδίσθῃ· ἀλλὰ τοῖς τοῦ Κυρίου πειθαρχοῦντες διδάγμασι, τὴν εὐσέβειαν καὶ τὴν ἀρετὴν ἐζήλουν, οὐ μὴν πρὸς τὴν ἐκείνου πονηρίαν ἐπιστρεφόμενοι. Οὕτως ὁ λέγων, ὅτι ∆ιὰ τοὺς φαύλους χωρίζεσθαι πνευματικῆς ἀναγκάζομαι συναφείας, οὐκ εὔλογον πρόφασιν ἐξεῦρε τῆς οἰκείας ἀβεβαιότητος· ἀλλὰ ἔστι μὲν αὐτὸς γῆ πετρώδης, τὸν τῆς ἀληθείας λόγον ἐκθρέψαι διὰ γνώμης ἀβε βαιότητα μὴ δυνάμενος, ἀλλὰ διὰ μικροῦ πειρασμοῦ προσβολὴν, ἢ ἀκρασίαν παθῶν, τὴν σώφρονα πολιτείαν οὐχ ὑπομένων, εὐθύς τε ἀποξηραίνεται τῷ καύσωνι τῶν παθῶν τὸ τῆς διδασκαλίας ἀρτιφυὲς 31.1397 βλάστημα· προφάσεις δὲ εἰκαίας καὶ οὐκ ἀρ κούσας πρὸς ἀπολογίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ κατὰ πληροφορίαν οἰκείαν ἐπινοῶν, καὶ ἑαυτὸν εὐ κόλως παρακρουόμενος. Οὐδὲν γὰρ τοῦ ἑαυτὸν ἀπα τᾷν εὐκολώτερον, ἐπειδὴ κριτὴς ἕκαστος ἑαυτῷ κε χαρισμένος γίνεται, τὰ ἡδέα κρίνων εἶναι συμφέροντα. Ἔστω τοίνυν ὁ τοιοῦτος κατακεκριμένος παρὰ ἀληθείᾳ δικαζούσῃ, ὡς σκανδάλων ὑπόθεσις πλείοσι καθιστάμενος, ἤτοι πονηρῷ ὑποδείγματι πρὸς ζῆλον τῶν ἴσων ἀτοπημάτων διερεθίζων ἀεὶ, καὶ τοῦ οὐαὶ κληρονόμος γενόμενος. Καὶ συμφέρει αὐτῷ ἵνα μύ λος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Ἐπὰν γὰρ ψυχὴ ἀπόστασιν ἐθισθείη, πολλῆς ἐμπίπλαται ἀκρασίας, πλεονεξίας τε καὶ γαστριμαρ γίας, ψεύδους τε καὶ πάσης κακοηθείας· καὶ τὸ τελευταῖον εἰς τὸν πυθμένα καταστρέφει τῆς πονη ρίας τοῖς ἐσχάτοις ἐμπειρομένη κακοῖς. Ὁ τοίνυν τῶν τοιούτων ὁδηγὸς καθιστάμενος, σκοπείτω πόσων ψυχῶν ἀπωλείας ἔνοχος γίνεται· ὅ γε μηδὲ πρὸς τὰς εὐθύνας τῆς ἑαυτοῦ ψυχῆς ἀρκέσαι δυνάμενος. Τί γὰρ οὐχὶ μᾶλλον ὁ τοιοῦτος μιμεῖται τὸν μέγαν Πέτρον, καὶ ὑπόδειγμα βεβαίας πίστεως, καὶ τῆς περὶ τῶν καλῶν ἐνστάσεως τοῖς λοιποῖς γίνεται, ἵνα, λάμ ποντος τοῦ φωτὸς τῶν ἐκείνου κατορθωμάτων, καὶ οἱ ἐν σκότει τῆς πονηρίας διάγοντες ἐπὶ τὸ κρεῖττον ὁδηγηθῶσιν; Ἔπειτα δὲ Νῶε μὲν ὁ δίκαιος οὐκ εἶπε πρὸς τὸν Θεὸν, ὅτι ∆εῖ με ἐκβῆναι τοῦ κόσμου, ἐπειδὴ πάντες εἰσὶ πονηροὶ, ἀλλ' ἐκαρτέρησε μᾶλλον ἀθλητικῶς καὶ γενναίως, καὶ μεταξὺ ἀβύσσου πονηρίας τὴν εὐσέβειαν ἀχείμαστον διετήρησε, καὶ πρὸς τὸν ∆εσπότην οὐδαμῶς ἐστασίασεν, ἀλλὰ ὑπο μονῇ καὶ καρτερίᾳ μεταξὺ τῶν κυμάτων τῆς ἀσε βείας τὴν φορτίδα τῆς εὐσεβείας περιεσώσατο. Καὶ Λὼτ ἐν Σοδόμοις, μεταξὺ τοσαύτης ἀσεβείας καὶ παρανομίας καὶ ἀθεσμίας στρεφόμενος, τὴν ἀρε τὴν ἀπαράφθορον διεφύλαξεν, οὐδαμοῦ κακαῖς ἑαλω κυῖαν ἐπιβουλαῖς· ἀλλὰ μεταξὺ ξενοκτόνων, καὶ ὕβρει πολλῇ καὶ ἀκολασίᾳ κατὰ τῶν τῆς φύσεως φερομένων θεσμῶν, τὴν ἁγιωσύνην ἀμίαντον αὐτός τε διέσωσε, καὶ τοῖς λοιποῖς, ὡς ἐνῆν, εἰσηγήσατο, πράξεσι πρὸ τῶν λόγων τὸ καλὸν ἐκπαιδεύων. Σὺ δὲ προφα σίζῃ τὰς τῶν ἀδελφῶν ὀλιγωρίας ἢ οὔσας, ἢ παρὰ σοῦ πλαττομένας, τὴν ἀποστασίαν ἐννοῶν, καὶ τὴν ἀθέτησιν τοῦ ἁγίου Πνεύματος μηχανώμενος, καὶ τῆς ἑαυτοῦ πονηρίας καὶ τῶν πόνων τῶν ὑπὲρ 31.1400 ἀρετῆς ὀκνηρίας παραπέτασμα τὴν τῶν