25
συνάγουσιν εἰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέ φει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύμα τος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει. Λέγω δὲ ὑμῖν· οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Μὴ οὖν με 31.772 ριμνήσητε λέγοντες· Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐρά νιος, ὅτι χρῄζετε τούτων πάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δι καιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσε ται ὑμῖν. Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. ΛΟΥΚΑΣ. Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συν άξω τοὺς καρπούς μου; Καὶ εἶπε· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννή ματά μου καὶ τὰ ἀγαθά μου· καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραί νου, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΤΙΜ. αʹ. Τοῖς πλουσίοις τοῦ νῦν αἰῶνος παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ παρέχοντι ἡμῖν τὰ πάντα πλου σίως εἰς ἀπόλαυσιν. Ὅτι δεῖ φροντίζειν καὶ μεριμνᾷν περὶ τῆς τῶν ἀδελ φῶν χρείας κατὰ τὸ θέλημα τοῦ Κυρίου. Κεφάλ. ʹ. ΜΑΤΘΑΙΟΣ. ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βα σιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Καὶ μετ' ὀλίγα· Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. ΙΩΑΝΝΗΣ. Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς, καὶ θεασάμενος, ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς τὸν Φί λιππον· Πόθεν ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι; καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΚΟΡ. αʹ. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Κατὰ μίαν Σαββάτων ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶ ται· ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὅτι δεῖ τὸν δυνατῶς ἔχοντα ἐργαζόμενον μεταδιδόναι τοῖς χρείαν ἔχουσιν. Ὁ γὰρ μὴ θέλων ἐργάζεσθαι οὐδὲ τοῦ φαγεῖν ἄξιος ἐκρίθη. Κεφάλ. Ζʹ. ΜΑΤΘΑΙΟΣ. Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐ τοῦ. ΠΡΑΞΕΙΣ. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούν των, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου, ὅτι αὐτὸς εἶπε· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. ΠΡΟΣ ΕΦΕΣ. Ὁ κλέπτων μηκέτι 31.773 κλεπτέτω· μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.
ΟΡΟΣ ΜΘʹ. Ὅτι οὐ χρὴ δικάζεσθαι οὐδὲ περὶ αὐτῶν τῶν πρὸς τὴν ἀναγκαίαν σκέπην
τῷ σώματι περικειμένων. Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Τῷ τύπτοντί σε ἐπὶ τὴν δεξιὰν σια γόνα πάρεχε καὶ τὴν
ἄλλην· καὶ ἀπὸ τοῦ αἴρον τός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴ ροντος τὰ σὰ, μὴ ἀπαίτει. ΠΡΟΣ ΚΟΡ. αʹ. Τολμᾷ τις, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ μετ' ὀλίγα· Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ'