1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

26

ἀδελφῶν ἐργάζῃ διαβολήν. Ὥστε σωφρονισθεὶς ὁ τοιοῦτος τοῖς ὑποδείγμασι, στεργέτω τὴν ἁρμονίαν τοῦ Πνεύματος, ἣν ἑαυτῷ περὶ τὰς πρώτας σπαργανώσεις τῆς οὐρανίου κυή σεως συνηρμόσατο. Οὔτε γὰρ, εἰ συμβαίη ἐπὶ τῆς χειρὸς ἕνα τῶν δακτύλων παθεῖν τι τῶν ἀνιαρῶν, ἤδη καὶ ὁ ἕτερος ἐκτμηθῆναι φιλονεικήσει· ἀλλὰ φεύξεται μὲν πρῶτον τὸ ἀλγεινὸν τῆς τομῆς, ἔπειτα δὲ καὶ στεῤῥῶς παραμενεῖ, ὥστε καὶ τὴν τοῦ κινδυνεύοντος ἀντεισφέρειν χρείαν τῷ σώματι, καὶ μὴ πάντη τὴν χεῖρα τῶν φυσικῶν κλάδων ἀφαιρεθεῖσαν ἀποσυλη θῆναι τοῦ οἰκείου κόσμου καὶ προσφυοῦς. Μετένεγκε τοίνυν ἐπὶ τὸν ἀσκητὴν τὸ ὑπόδειγμα, καὶ σκόπησον ὅσον ἄλγος καὶ ἀκοσμίαν ταῖς αἰσθητικαῖς ψυχαῖς τῇ ἀποκοπῇ κατεργάζεται, καὶ ὅπως ἑαυτὸν νεκρὸν καὶ ζωῆς ἀμέτοχον ἀποφαίνει. Ὅτι δὲ ὁ ἀφηγούμενος οὐκ ἂν ἕλοιτο τὸν αὐτῷ μαθητευόμενον πρὸς πονηρίαν ἐνάγειν, ὥστε τὴν πονηρὰν ἀγωγὴν τοῦ διδασκάλου πρόφασιν τῷ μαθητῇ χωρισμοῦ γενέσθαι καὶ ἀπο στάσεως, οὕτως, εἰ δοκεῖ, σκεψώμεθα. Τί μὲν πατήρ; τί δὲ διδάσκαλος; Παιδοτρίβης ἑκάτερος. Ὁ μὲν γὰρ τῷ παιδὶ, ὁ δὲ τῷ μαθητῇ εὔχεσθαί τε τὰ κρείττονα καὶ βουλεύεσθαι διεσπούδακε. Φύσις μὲν γὰρ πατρά σιν εὔχεσθαι τοὺς παῖδας ὡς βελτίστους καὶ φρονι μωτάτους γενέσθαι, κοσμιωτάτους τε καὶ μετριωτά τους, ἵνα οἱ μὲν παῖδες εὐδοκιμοῖεν, οἱ δὲ πατέρες εὐκλεέστεροι γένοιντο τῇ ἐπ' αὐτοὺς ἀναφορᾷ τῶν καλῶν τοῦ παιδός· σπουδὴ δὲ καὶ παιδοτρίβαις ἀλκιμωτάτους τε καὶ τεχνικωτάτους τοὺς ὑπ' αὐτῶν ἀσκουμένους γενέσθαι, ἵνα, ῥώμῃ καὶ ἐμπειρίᾳ περι δέξιον τὸ ἀγώνισμα ποιησάμενοι, λαμπροὶ νικηταὶ τῶν ἀντιπάλων ἀποδειχθῶσι, καὶ ἡ τούτων ἔννομος ἄθλησις τῶν καθηγουμένων σαφὴς ἔπαινος γέ νηται. Φύσις δὲ παντὶ τῷ διδάσκειν προῃρημένῳ τὸ θέλειν εἰς ἀκριβεστάτην κατάληψιν ἀφικέσθαι τῶν διδαγμάτων τοὺς μαθητάς. Τῆς τοίνυν τῶν πατέρων φύσεως τοῦτον ἐπεχούσης τὸν λόγον, πῶς οὐκ ἂν καὶ ὁ τῆς ὁσιότητος παιδευτὴς τὸν παρ' αὐτοῦ παιδευόμενον εὔξαιτο ἀκακώτατόν τε καὶ σωφρονέ στατον τὴν πνευματικὴν σοφίαν ἀποδειχθῆναι; καί περ σαφῶς ἐπιστάμενος, ὅτι, τοιούτου γενομένου τοῦ μαθητοῦ, καὶ παρὰ ἀνθρώποις εὐκλεὴς ἔσται, καὶ παρὰ τοῦ Χριστοῦ λαμπροὺς ὑποδέξεται τοὺς στεφάνους, ὡς τοὺς οἰκέτας αὐτοῦ, μᾶλλον δὲ εἰπεῖν, ἀδελφοὺς, ἐπειδὴ καὶ τοῦτο Χριστὸς εἵλετο, ἀξίους τῆς πρὸς αὐτὸν οἰκειώσεως διὰ τῆς αὐτοῦ ἐπιμελείας ἀπεργασάμενος Καὶ ἕτερον δὲ σκοπῶμεν, ὡς, εἰ φαῦλος ὁ μαθη τὴς γένοιτο παρὰ τὴν αὐτοῦ ἀγωγὴν, αἰσχύνην ἀπαρ ηγόρητον ἕξει ἐπὶ τῆς οἰκουμενικῆς κατὰ τὸν τῆς 31.1401 κρίσεως καιρὸν πανηγύρεως ὁ ὑφηγούμενος, καὶ ἐπὶ τοῦ πανδήμου τῶν οὐρανίων ἀθροίσματος οὐκ αἰσχυνεῖται μόνον, ἀλλὰ καὶ κολασθήσεται. Πόθεν οὖν ἐγγενήσεται τὸ μὴ οὐχὶ θελῆσαι τὸν καθηγού μενον κόσμιόν τε καὶ ἐπιεικῆ γενέσθαι τὸν οἰκεῖον ὁμιλητήν; Καὶ ἄλλως δὲ ἀλυσιτελὴς τῷ διδασκάλῳ ἡ τοῦ μαθητοῦ πονηρία. Ἐπειδὴ γὰρ τὴν πρὸς ἀλ λήλους ἑκάτερος συμβίωσιν εἵλοντο, ἧς ἂν μετά σχῃ πονηρίας ὁ μαθητὴς, τῶν ταύτης καρπῶν πρῶ τον μεταδίδωσι τῷ διδασκάλῳ· ὥσπερ τὰ ἰοβόλα τῶν ἑρπετῶν τοῖς θάλπουσι πρῶτον ἐνίησι τὸν ἰόν· ὡς εἶναι πάντοθεν δῆλον, ἔκ τε τῆς φύσεως τῶν πραγμάτων, ἔκ τε τοῦ λυσιτελοῦντος τῷ ἄγοντι, ὅτι εὔξεται, καὶ πάντα τρόπον σπουδάσει, ἐπιεικῆ τε καὶ κόσμιον τὸν ὑπ' αὐτῷ παιδευόμενον καταστῆναι. Εἰ μὲν γὰρ ἦν κακίας καὶ πονηρίας ἀλείπτης, πρὸς τοῦτο πάντως ἄγειν ἂν τὸ πέρας τοὺς παρ' αὐτοῦ ἀσκουμένους ἐσπούδακεν· εἰ δὲ ἀρετῆς καὶ δικαιοσύ νης ἐστὶ παιδευτὴς, οὐκ ἂν ἐναντίον οἶμαι τοῖς οἰκείοις σπουδάσμασι τὸ πέρας ἐπὶ τὸν μαθητευόμενον ἐκβῆναι ἕλοιτο. Ἅπασα τοίνυν πρόφασις εὔλογος τῷ βουλομένῳ χωρίζεσθαι πνευματικοῦ συστήματος περιῄρηται. Αἰτία δὲ αὐτῷ ἀπεδείχθη τῆς τοιαύτης γνώμης ἡ τῶν παθῶν ἀκρασία, καὶ ἡ περὶ τοὺς πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρὸν καὶ ἀβέβαιον. Οὐ γὰρ ἤκουσεν οὗτος παρὰ τοῦ προ φήτου ∆αβὶδ, ὅτι Μακάριοι οἱ φυλάσσοντες κρίσιν· οἱ φυλάσσοντες, οὐχὶ οἱ καταλύοντες. Οὗτοί εἰσιν