26
ἑαυτῶν. ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀπο στερεῖσθε; Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ὅτι οὐ δεῖ μάχεσθαι, ἢ ἑαυτὸν ἐκδικεῖν· πρὸς πάν τας δὲ, εἰ δυνατὸν, εἰρηνεύειν, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Ἠκούσατε, ὅτι ἐῤῥέθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ τὰ ἑξῆς. ΜΑΡΚΟΣ. Ἀγά πην ἔχετε ἐν ἑαυτοῖς, ἀλλὰ καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. ΠΡΟΣ ΡΩΜ. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες· μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ. ΠΡΟΣ ΤΙΜ. βʹ. ∆οῦλον δὲ Κυ ρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας. Ὅτι οὐ δεῖ οὔτε εἰς ἐκδίκησιν ἀδικουμένου ἑτέρου ἀμύνασθαι τὸν ἀδικοῦντα. Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Τότε προσελθόντες, ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἐπέσπασε τὴν μάχαιραν αὑτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 31.776 Λέγει δὲ αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· ὅτι πάντες οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται. ΛΟΥΚΑΣ. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσ ώπου αὑτοῦ· καὶ πορευθέντες ἦλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ. Καὶ οὐκ ἐδέ ξαντο αὐτὸν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευό μενον εἰς Ἱερουσαλήμ. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης, εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ καὶ ἀν αλῶσαι αὐτοὺς, ὡς καὶ Ἠλίας ἐποίησε; Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς, καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
ΟΡΟΣ Νʹ. Ὅτι δεῖ συμβιβάζειν καὶ ἑτέρους εἰς εἰρήνην τὴν ἐν Χριστῷ.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐ τοὶ υἱοὶ Θεοῦ κληθήσονται. ΙΩΑΝΝΗΣ. Εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. ΟΡΟΣ ΝΑʹ. Ὅτι δεῖ πρότερον ἑαυτὸν διορθοῦσθαι ἐφ' ᾡτινιοῦν ἐλαττώματι, καὶ τότε ἑτέρῳ ἐγκαλεῖν. Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. ΠΡΟΣ ΡΩΜ. ∆ιὸ ἀναπολόγητος εἶ, ἄνθρωπε, πᾶς ὁ κρί νων. Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κα τακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἴδαμεν δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Λο γίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν τὰ αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; ΟΡΟΣ ΝΒʹ. Ὅτι οὐ χρὴ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσι, λυπεῖ σθαι δὲ καὶ πενθεῖν ἐπ' αὐτοῖς. Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ' αὐτὴν, λέγων· Ὅτι, εἰ ἔγνως καὶ σὺ, καί γε ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρή νην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται· ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον 31.777 ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. ΠΡΟΣ ΚΟΡ. βʹ. Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ με ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. Ὅτι οὐ δεῖ ἐφησυχάζειν τοῖς ἁμαρτάνουσιν. Κεφάλ. βʹ. ΛΟΥΚΑΣ. Ἐὰν δὲ ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΕΦΕΣ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Ὅτι δεῖ τὴν πρὸς τοὺς ἁμαρτάνοντας συντυχίαν κα