1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

26

Ποταπὰ δὲ σημεῖα, τῷ Ματθαίῳ ὁ Λουκᾶς παρεχώρησεν ἐξειπεῖν. Ἐχρῆν γὰρ, μέλλοντος τοῦ μεγάλου φωστῆρος, αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου μετὰ δυνάμεως καὶ δόξης πολλῆς τὴν δευτέραν αὐτοῦ ποιεῖσθαι παρουσίαν ὑποστέλλεσθαι καὶ ὑπαναχωρεῖν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἵνα ἀντὶ πάντων αὐτὸς ὁ Υἱὸς τοῦ ἀνθρώπου καταλάμψας φωτίσῃ τὸν νέον αἰῶνα, τοῦ προτέρου σχήματος τοῦ κόσμου παρελθόντος κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησι· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἐπειδὰν οὖν τοῦτο παρέλθοι τὸ σχῆμα, συμπαρελεύσεται αὐτῷ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες. Σκοτισθήσεται δὲ ὁ ἥλιος τότε, οὐχ ὥστε στερηθῆναι τοῦ οἰκείου φωτὸς, ἀλλὰ παραθέσει τοῦ κρείττονος ἀμαυρούμενος· ἀμοιβῆς γοῦν τῶν αὐτοῦ καμάτων καὶ αὐτὸς τεύξεται, ἑπταπλασίων γενησόμενος· ἥ τε σελήνη καὶ αὐτὴ ἔσται ὡς ὁ ἥλιος· καὶ οἱ ἀστέρες δὲ τῆς ὁμοίας τεύξονται ἐπὶ τὸ κρεῖττον μεταβολῆς. Ἀργήσει δὲ τότε ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ' οὐδὲ ἄστρων τις ἔσται τότε χρεία, νυκτὸς μὴ οὔσης· ἀναπαύσονται δὲ καὶ αὐτοὶ ἐλευθερωθέντες σὺν τῷ οὐρανῷ· οὕτω τε ὁ νέος αἰὼν ἀνήλιος ἔσται καὶ ἀσέληνος, καὶ ἄναστρος, ἡμέρας τοῦ ἡμετέρου φωτὸς τὰς ἁγίας καταυγαζούσης ψυχάς. Τίνα γε μὴν τὰ ἐπερχόμενα τῇ οἰκουμένῃ μετὰ τὸ τοὺς φωστῆρας σκοτισθῆναι, καὶ διὰ τί, καὶ πόθεν ἡ συνοχὴ τῶν ἐθνῶν ἔσται, παρίστησιν ἑξῆς λέγων· Ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου ἀποψυχόντων ἀνθρώπων. Καί μοι δοκεῖ τῆς τότε γενησομένης τοῦ παντὸς τροπῆς τὴν ἀρχὴν ἔσεσθαι διδάσκειν ἀπὸ ἐκλείψεως τῆς ὑγρᾶς οὐσίας. Ταύτης γὰρ πρώτης ἀναποθείσης ἢ ἀποπαγείσης, ὡς μηκέτ' ἦχον θαλάσσης ἀκούσεσθαι, μηδὲ τὸν τῶν κυμάτων αὐτῆς σάλον γίνεσθαι δι' αὐχμὸν ὑπερβάλλοντα, τὰ λοιπὰ μέρη τοῦ κόσμου μηκέτι τῆς συνήθους μεταλαμβάνοντα ἀναθυμιάσεως ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπεμπομένης, τροπὴν καὶ μεταβολὴν πείσεται· ὡς ἐκ τούτου γενήσεται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Ἀνακλήσεώς τε γὰρ τοῦ παντὸς γενομένης, καὶ συντελείας τοῦ κόσμου, καὶ παράγοντος τοῦ σχήματος τούτου τοῦ φαινομένου παρελεύσεται γὰρ τὰ πρῶτα ἵν' ἐπιστῇ τὰ δεύτερα, ἀκόλουθον ἦν καὶ τῶν κατ' οὐρανὸν φωστήρων τροπήν τινα ἔσεσθαι. Ταῦτα δὲ ἐπὶ τέλει τῶν χρόνων ἔσται, τῆς ἀποστασίας ἐνεργουμένης. Μελλούσης γὰρ τὰ τῆς θεομαχίας 24.601 τέρατα καταργεῖν τῆς ἐπιφανείας τοῦ Σωτῆρος, τὰ τῆς ὀργῆς προοίμια ἐκ τῶνδε ἄρξεται, ἐξ αὐχμῶν δηλαδὴ καὶ ἀπορίας ἤχου θαλάσσης· οὗ γενομένου ἐπακολουθήσει συνοχὴ τῶν ἐπὶ γῆς ἐθνῶν, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων ἑξῆς καὶ λέγων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· τοῦ Υἱοῦ τοῦ Θεοῦ μετὰ δόξης ἐπιστησομένου, καὶ τὴν μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἁμαρτίας καταργεῖν μέλλοντος, τῶν τε ὑπερουρανίων ταγμάτων δορυφορούντων. Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν, κ. τ. λ. Οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινό μενα, κ. τ. λ. Ποῖα ταῦτα γινόμενα ἀλλ' ἢ τὰ προλεγόμενα; Ἱερουσαλὴμ πατουμένην ὑπὸ ἐθνῶν, τὴν συμπλήρωσιν τῶν καιρῶν τῶν ἐθνῶν, τοὺς τῆς ἀποστασίας χρόνους, τὰ ἐν τοῖς φωστῆρσι καὶ τοῖς ἄστροις σημεῖα, τὴν ἐπὶ γῆς συνοχὴν τῶν ἐθνῶν, τὴν ἔκλειψιν καὶ ἀπορίαν τοῦ ἤχου τοῦ σάλου τῆς θαλάσσης. Ταῦτα, φησὶν, ἅπαντα ὅταν ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἑτέρα οὖσα παρὰ τὰ προλεχθέντα. Τὰ μὲν γὰρ προοίμια ἦν καὶ μελλόντων ἀγαθῶν σημεῖα, ὡς καὶ οἱ τῆς συκῆς ἁπαλοὶ κλάδοι καὶ τὰ φύλλα σημεῖα τοῦ μέλλοντος θέρους τῆς τε τῶν λοιπῶν φυτῶν καὶ σπερμάτων καρποφορίας· τὰ δὲ τοῦ μέλλοντος καὶ τῆς ἐν αὐτῷ συστησομένης βασιλείας οὐρανῶν προοίμια καὶ σημεῖα τὰ προλεχθέντα ἦν. Αὕτη δὲ ἡ βασιλεία καὶ τὰ ἐν αὐτῇ οὐκέτι λόγῳ παραδοτέα, οὐδὲ θνητῶν ἀκοαῖς λεκτέα. ∆ιόπερ ἀποσιωπητέον ταῦτα. Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Πλὴν