26
ἀνδρὸς καὶ θηρίου εὑρεῖν διαφοράν. Τί γάρ σε εἴπω; Θηρίον; Ἀλλὰ τὰ θηρία ἑνὶ τούτων τῶν ἐλαττωμάτων κατέχεται· σὺ δὲ ὁμοῦ συμφορήσας πάντα, ποῤῥωτέρω τῆς ἐκείνων ἀλογίας ὁδεύεις. Ἀλλὰ δαίμονά σε προσείπω; Ἀλλὰ δαίμων οὔτε γαστρὸς δουλεύει τυραννίδι, οὔτε χρημάτων ἐρᾷ. Ὅταν οὖν καὶ θηρίων καὶ δαιμόνων ἐλαττώματα πλείονα ἔχῃς, πῶς σε ἄνθρωπον καλέσομεν, εἰπέ μοι; Εἰ δὲ ἄνθρωπόν σε οὐκ ἔστιν εἰπεῖν, πῶς σε προσεροῦμεν πιστόν; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὕτω διακείμενοι κακῶς, οὐδὲ ἐννοοῦμεν τῆς ψυχῆς ἡμῶν τὴν ἀμορφίαν, οὐδὲ καταμανθάνομεν αὐτῆς τὸ δυσειδές. Ἀλλ' ἐν κουρείῳ μὲν καθήμενος, καὶ τὴν κόμην ἀποκείρων, τὸ κάτοπτρον λαβὼν περισκοπεῖς μετὰ ἀκριβείας τὴν τῶν τριχῶν σύνθεσιν, καὶ τοὺς παρεστῶτας ἐρωτᾷς, καὶ τὸν ἀποκείραντα αὐτὸν, εἰ καλῶς τὰ πρὸς τῷ μετώπῳ συνέθηκε· καὶ γέρων ὢν πολλάκις, οὐκ αἰσχύνῃ νεωτερικαῖς φαντασίαις ἐπιμαινόμενος· τῆς δὲ ψυχῆς ἡμῶν οὐκ ἀμόρφου μόνον, ἀλλὰ καὶ θηριομόρφου, καὶ Σκύλλης τινὸς ἢ Χιμαίρας, κατὰ τὸν ἔξω μῦθον, γεγενημένης, οὐδὲ μικρὸν αἰσθανόμεθα. Καίτοιγε καὶ ἐνταῦθα κάτοπτρον ἔστι πνευματικὸν, καὶ πολλῷ βέλτιον ἐκείνου καὶ χρησιμώτερον· οὐδὲ γὰρ δείκνυσι τὴν ἀμορφίαν μόνον, ἀλλὰ καὶ μετατίθησιν αὐτὴν πρὸς κάλλος ἀμήχανον, ἂν θέλωμεν. Τοῦτο δέ ἐστιν ἡ τῶν ἀγαθῶν ἀνδρῶν μνήμη, καὶ τῆς μακαρίας ζωῆς αὐτῶν ἱστορία, ἡ τῶν Γραφῶν ἀνάγνωσις, οἱ παρὰ τοῦ Θεοῦ δοθέντες νόμοι. Κἂν βουληθῇς ἅπαξ μόνον ἰδεῖν εἰς τὰς τῶν ἁγίων ἐκείνων εἰκόνας, καὶ τὸ δυσειδὲς ὄψει τῆς διανοίας τῆς σῆς, καὶ ἰδὼν οὐδενὸς δεήσῃ λοιπὸν ἑτέρου εἰς τὸ ἀπαλλαγῆναι τῆς αἰσχρότητος ταύτης. Καὶ γὰρ εἰς τοῦτο χρήσιμον ἡμῖν τὸ κάτοπτρον, καὶ ῥᾳδίαν ποιεῖ τὴν μετάθεσιν. Μηδεὶς τοίνυν ἐν τῇ τῶν ἀλόγων μενέτω μορφῇ. Εἰ γὰρ ὁ δοῦλος εἰς τὴν οἰκίαν τοῦ πατρὸς οὐκ εἰσέρχεται, ὅταν αὐτὸς καὶ θηρίον γένῃ, πῶς δυνήσῃ τῶν προθύρων ἐπιβῆναι ἐκείνων; Καὶ τί λέγω θηρίον; Θηρίου μὲν παντὸς χαλεπώτερος ὁ τοιοῦτός ἐστιν. Ἐκεῖνα μὲν γὰρ, καίτοι κατὰ φύσιν ὄντα ἄγρια, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, πολλάκις ἥμερα γίνεται· σὺ δὲ ὁ τὴν ἐκείνων θηριωδίαν τὴν κατὰ φύσιν εἰς τὴν παρὰ φύσιν ἡμερότητα μεταβαλὼν, ποίαν ἕξεις ἀπολογίαν, τὴν σεαυτοῦ πραότητα τὴν κατὰ φύσιν εἰς τὴν παρὰ φύσιν θηριωδίαν ἐξαγαγών; καὶ τὸ μὲν ἄγριον φύσει δεικνὺς ἥμερον, σαυτὸν δὲ τὸν ἥμερον φύσει, παρὰ φύσιν ἄγριον ἱστάς; καὶ λέοντα μὲν τιθασσεύων καὶ χειροήθη ποιῶν, τὸν δὲ θυμὸν τὸν σὸν λέοντος ἀγριώτερον κατασκευάζων; Καίτοι δύο ἐκεῖ τὰ κωλύματα, καὶ τὸ λογισμοῦ ἐστερῆσθαι τὸ θηρίον, καὶ τὸ πάντων εἶναι θυμωδέστερον· ἀλλ' ὅμως τῇ περιουσίᾳ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης σοι σοφίας, καὶ τῆς φύσεως κρατεῖς. Ὁ τοίνυν ἐπὶ θηρίων καὶ τὴν φύσιν νικῶν, πῶς ἐπὶ σαυτοῦ 57.50 μετὰ τῆς φύσεως καὶ τὸ τῆς προαιρέσεως προδίδως καλόν; Καὶ εἰ μὲν ἄλλον ἐκέλευον ἄνθρωπον ποιῆσαι πρᾶον, οὐδὲ οὕτω μὲν ἀδύνατα ἂν ἔδοξα ἐπιτάττειν· πλὴν ἀλλ' ἐνῆν σοι προβαλέσθαι τὸ μὴ κύριον εἶναι τῆς ἑτέρου γνώμης, μηδὲ ἐπὶ σοὶ κεῖσθαι τὸ πᾶν. Νυνὶ δὲ τὸ σαυτοῦ θηρίον, καὶ οὗ πάντως κύριος εἶ. θʹ. Τίνα οὖν ἔχεις ἀπολογίαν, ποίαν δὲ πρόφασιν εὐπρόσωπον προβαλέσθαι δυνήσῃ, λέοντα μὲν ποιῶν ἄνθρωπον, σαυτὸν δὲ περιορῶν ἐξ ἀνθρώπου γινόμενον λέοντα; κἀκείνῳ μὲν τὰ ὑπὲρ φύσιν χαριζόμενος, σαυτῷ δὲ οὐδὲ τὰ κατὰ φύσιν τηρῶν; ἀλλὰ τοὺς μὲν ἀγρίους θῆρας εἰς τὴν ἡμετέραν φιλονεικῶν ἀνάγειν εὐγένειαν, σαυτὸν δὲ ἀπὸ τοῦ θρόνου τῆς βασιλείας καταστρέφων, καὶ εἰς τὴν μανίαν ἐξωθῶν τὴν ἐκείνων; Νόμισον γὰρ, εἰ βούλει, καὶ τὸν θυμὸν θηρίον εἶναι· καὶ ὅσην περὶ λέοντας ἕτεροι, τοσαύτην σὺ περὶ σαυτὸν ἐπίδειξαι τὴν σπουδὴν, καὶ ποίησον ἥμερον καὶ πρᾶον εἶναι τὸν τοιοῦτον λογισμόν. Καὶ γὰρ οὗτος χαλεποὺς ὀδόντας ἔχει καὶ ὄνυχας, κἂν μὴ ἡμερώσῃς αὐτὸν, πάντα ἀπολεῖ. Οὐδὲ γὰρ οὕτω λέων καὶ ἔχις τὰ σπλάγχνα διασπαράξαι δύναται, ὡς θυμὸς, τοῖς σιδηροῖς ὄνυξι διηνεκῶς τοῦτο ποιῶν. Οὐ γὰρ δὴ τὸ σῶμα λυμαίνεται μόνον, ἀλλὰ καὶ αὐτὴν τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν, κατεσθίων, σπαράττων,