27
οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς ψάμμου, τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θεμέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν, καὶ βραχὺς χείμαῤῥος τῶν τοῦ πονηροῦ ἐφόδων, ὑφελκύσας τὴν ὑποβάθραν, διέλυσέ τε καὶ διεσκόρπισεν.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Περὶ ὑπακοῆς πληρέστερον.
Ὅπως μὲν οὖν προσήκει τὸν ἅπαξ ἑνωθέντα πνευματικῷ συστήματι
φυλάττειν τὴν ἕνωσιν ἀδιά λυτον, κατὰ τὸ ἐνὸν ὑπεθέμεθα. Νῦν δ' αὖ πάλιν τὸν περὶ τῆς ὑπακοῆς λόγον γυμνάσωμεν· καὶ πρότερον μὲν διὰ βραχέων ἐπελθόντες, νῦν δὲ τελεώτερον ἐκτι θέμενοι· καὶ δείξωμεν, ὁπόσην ὁ ἀκριβὴς ἀπαιτεῖ λόγος παρὰ τῶν ἀσκητῶν τῷ προεστῶτι τὴν εὐπεί θειαν. Ἐξ αὐτῆς γὰρ τῆς ἁγίας Γραφῆς πειράσομαι ταύτης τὸ μέτρον διασαφῆσαι. Παῦλος ὁ ἀπόστολος, Ῥωμαίοις ἐπιστέλλων, προστάσσει πάσαις ἐξου σίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, ἐξουσίαις ταῖς τοῦ 31.1404 κόσμου, οὐ ταῖς πνευματικαῖς· καὶ τοῦτο ἐκ τῶν ἐπαγομένων ἐδήλωσεν, εἰπὼν περὶ φόρων καὶ τέλους, καὶ τὸν ἀντιτασσόμενον κατά γε τὸ σμικρότατον τῇ ἐξουσίᾳ τῷ Θεῷ ἀντιτάσσεσθαι ἀποφαίνεται. Εἰ τοίνυν τοῖς τοῦ κόσμου τούτου ἄρχουσι, τοῖς κατὰ νόμον ἀν θρώπινον τὴν ἀρχὴν εἰληφόσι, τοσαύτην ὑποταγὴν παρὰ τῶν εὐσεβούντων ὁ θεῖος νόμος ἀπένειμε, καὶ ταῦτα τηνικαῦτα ἐν ἀσεβείᾳ διαζῶσι· πόσην εὐπεί θειαν ὀφείλει ὁ ἀσκητὴς τῷ παρὰ Θεοῦ καταστάντι ἄρχοντι, καὶ παρὰ τῶν νόμων ἐκείνου λαβόντι τὴν ἐξουσίαν, εἰσφέρειν; Πῶς δὲ οὐκ ἂν ἀντιτάξαιτο τῇ τοῦ Θεοῦ διαταγῇ ὁ τῷ καθηγουμένῳ ἀντιτασσόμενος; ἄλλως τε καὶ διαῤῥήδην τοῦ Ἀποστόλου κελεύοντος τοῖς πνευματικοῖς ἡγουμένοις ὑπείκειν ἐν πᾶσι. Πεί θεσθε γὰρ, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπεί κετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Εἰ οὖν τὸ μὴ πρὸς ἀκρίβειαν πεί θεσθαι ἀλυσιτελὲς, προσήκει μεταδιώκειν ἡμᾶς τὸ λυσιτελέστερον. Τὸ γὰρ ἀλυσιτελὲς, οἶμαι, μεγάλης ζημίας καὶ μεταμελείας καὶ διορθώσεως ἔμφασιν ἐπιφέρεται. Ζηλοῦν δὲ προσήκει μάλιστα τὴν τῶν ἁγίων εὐπείθειαν, ἣν περὶ τὸν Θεὸν ἐπεδείξαντο, εἴ γε μέλλοιμεν ἀρκοῦντι ὑποδείγματι περὶ τὴν ὑπόθεσιν χρώμενοι, καλῶς τὴν ὑπακοὴν ἀπεργάζεσθαι. Καὶ μηδεὶς οἰέσθω με κρατύνειν ἐθέλοντα τὴν περὶ τοὺς ἡγουμένους εὐπείθειαν, ὑπέρογκα παράγειν τὰ ὑπο δείγματα, καὶ τῇ πρὸς τὸν Θεὸν ὑπακοῇ τολμᾷν αὐθαδῶς παρεικάζειν τὴν πρὸς τοὺς ἀνθρώπους εὐ πείθειαν. Οὐ γὰρ οἴκοθεν ὁρμηθεὶς, ἀλλ' ἀπ' αὐτῶν τῶν θείων Γραφῶν, ταύτην τὴν εἰκασίαν πεποίημαι. Σκόπησον γὰρ τί ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ, τὴν περὶ τοὺς ἑαυτοῦ δούλους θεσπίζων ὑπακοήν· Ὁ δε χόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ πάλιν ἑτέρωθι· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. Ὅτι δὲ ὃ τοῖς ἀποστόλοις εἴρηκε, περὶ πάντων τῶν μετ' αὐτοὺς καθηγησομένων ἐνομο θέτησεν, ἐκ πολλῶν καὶ ἀναμφιλέκτων μαρτυριῶν τῆς θείας Γραφῆς καὶ τεκμηρίων ἐναργεστάτων ἔστι παραστῆσαι. Ὥστε ἀκολούθως καὶ ἡμεῖς τοῖς θείοις θεσπίσμασι τοὺς λόγους ἐποιησάμεθα, φήσαντες δεῖν τὴν τῶν ἁγίων περὶ τὸν Θεὸν εὐπείθειαν ὑπό δειγμα τῆς περὶ τοὺς προεστῶτας ὑπακοῆς ἑαυ τοῖς προτιθέναι. Πῶς οὖν οἱ ἅγιοι τῷ ∆εσπότῃ τὴν εὐπείθειαν ἐπεδείξαντο; Σκόπησόν μοι τὸν Ἀβραὰμ κελευόμενον καταλιμπάνειν οἶκον, πατρίδα, περιουσίαν, κτήματα, συγγενεῖς, φίλους καὶ ἐπὶ τούτοις διώκειν τὰ ἐναντία, τὴν ξένην, τὸ ἀν επίγνωστον, τὴν πλάνην, τὴν πενίαν, τοὺς φόβους, 31.1405 τοὺς κινδύνους, καὶ ὅσα τοῖς ξενιτεύουσιν ἕπεται δυσχερῆ· καὶ ἀμελητὶ ὑπακούοντα, καὶ κατα λιμπάνοντα μὲν τὴν οἴκοι εὐπραγίαν καὶ ἀνά παυσιν, ἀνθαιρούμενον δὲ ταύτης τὴν ἐπὶ τῆς ἀλ