27
ταδέχεσθαι, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ εἰς με τάνοιαν αὐτοὺς ἀνακαλέσασθαι, ᾧπερ ἂν τρόπῳ δυνατὸν ᾖ χωρὶς ἁμαρτίας. Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρ τωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ, καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι, εἶπον τοῖς μαθηταῖς αὐτοῦ· ∆ιὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς, ἀκούσας, εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δι καίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. ΛΟΥΚΑΣ. Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. Καὶ δι εγόγγυζον οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγον τες, ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς. Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παρα βολὴν ταύτην, λέγων· Τίς ἐξ ὑμῶν ἔχων ἑκα τὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενηκονταεννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς, ἕως οὗ εὕρῃ αὐτό; καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ. Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. ΠΡΟΣ ΚΟΡ. βʹ. Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων· ὥστε τοὐναντίον ὑμᾶς μᾶλλον χαρίσασθαι, καὶ παρα καλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ὅτι δεῖ τοὺς, μετὰ τὸ πληρωθῆναι πάντα τρόπον τῆς εἰς αὐτοὺς ἐπιμελείας, ἐπιμένοντας τῇ ἰδίᾳ κακία ἀποστρέφεσθαι. Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός 31.780 σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τε λώνης. ΟΡΟΣ ΝΓʹ Ὅτι οὐ δεῖ τὸν Χριστιανὸν μνησικακεῖν, ἀλλ' ἀπὸ καρδίας ἀφιέναι τοῖς εἰς αὐτὸν ἡμαρτηκόσιν. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώ ποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ παραπτώματα ὑμῶν· ἐὰν δὲ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.
ΟΡΟΣ Ν∆ʹ. Ὅτι οὐ δεῖ κρίνειν ἀλλήλους ἐπὶ τοῖς ὑπὸ τῆς Γρα φῆς
συγκεχωρημένοις. Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἐν ᾧ γὰρ κρίματι κρίνετε,
κριθήσεσθε. ΛΟΥΚΑΣ. Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικά ζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ΠΡΟΣ ΡΩΜ. Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λά χανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξου θενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέ τω. Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ Κυρίῳ στήκει, ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν. Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν, ἕκα στος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ. Καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. Καὶ μετ' ὀλίγα· Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Μηκέτι οὖν ἀλλή λους κρίνωμεν. ΠΡΟΣ ΚΟΛ. Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορ τῆς, ἢ νουμηνίας, ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων. Ὅτι οὐ δεῖ διακρίνεσθαι ἐπὶ τοῖς ὑπὸ τῆς Γραφῆς συγκεχωρημένοις. Κεφάλ. βʹ ΠΡΟΣ ΡΩΜ. Μακάριος ὁ μὴ κρίνων