27
διαξαίνων τὴν δύναμιν αὐτῆς ἅπασαν, καὶ ἄχρηστον πρὸς πάντα τιθείς. Εἰ γὰρ σκώληκάς τις, ἐν τοῖς ἐγκάτοις τρέφων οὐδὲ ἀναπνεῖν δυνήσεται, πάντων τῶν ἔνδον αὐτῷ δαπανωμένων, πῶς ὄφιν ἡμεῖς τηλικοῦτον ἔχοντες κατατρώγοντα πάντα τὰ ἔνδον, τὸν θυμὸν λέγω, δυνησόμεθά τι γενναῖον τεκεῖν; Πῶς οὖν ταύτης ἀπαλλαγησόμεθα τῆς λύμης; Ἂν πίωμεν ποτὸν νεκρῶσαι δυνάμενον τοὺς ἔνδον σκώληκας καὶ τοὺς ὄφεις. Καὶ ποῖον ἂν εἴη τὸ ποτὸν, φησὶ, τὸ τὴν ἰσχὺν ταύτην ἔχον; Τὸ τίμιον αἷμα τοῦ Χριστοῦ, εἰ μετὰ παῤῥησίας ληφθείη· πᾶσαν γὰρ νόσον σβέσαι δυνήσεται τοῦτο, καὶ μετὰ τούτου τῶν θείων Γραφῶν ἡ μετ' ἀκριβείας ἀκρόασις, καὶ ἐλεημοσύνη τῇ ἀκροάσει προσγινομένη· διὰ γὰρ τούτων πάντων δυνήσεται νεκρωθῆναι τὰ λυμαινόμενα τὴν ψυχὴν ἡμῶν πάθη. Καὶ τότε ζησόμεθα μόνον· ὡς νῦν γε οὐδὲν τῶν τεθνεώτων ἄμεινον διακείμεθα· ἐπείπερ οὐκ ἔστι, ζώντων ἐκείνων, καὶ ἡμᾶς ζῇν, ἀλλ' ἀνάγκη ἡμᾶς ἀπολέσθαι. Κἂν μὴ φθάσωμεν αὐτὰ ἀποκτείναντες ἐνταῦθα, ἐκεῖ πάντως ἡμᾶς ἀποκτενεῖ· μᾶλλον δὲ καὶ πρὸ ἐκείνου τοῦ θανάτου τὴν ἐσχάτην ἡμᾶς καὶ ἐνταῦθα ἀπαιτήσει δίκην. Καὶ γὰρ ἕκαστον τῶν παθῶν τῶν τοιούτων, καὶ ὠμὸν καὶ τυραννικὸν καὶ ἀκόρεστον, καὶ καθ' ἑκάστην ἡμᾶς ἐσθίον τὴν ἡμέραν οὐδέποτε ἵσταται. Ὀδόντες γὰρ λέοντος οἱ ὀδόντες αὐτῶν· μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτεροι. Ὁ μὲν γὰρ λέων ὁμοῦ τε ἐκορέσθη, καὶ ἀπέστη τοῦ παραπεσόντος αὐτῷ σώματος· ταῦτα δὲ τὰ πάθη οὔτε ἐμπίπλαται, οὔτε ἀφίσταται, ἕως ἂν ἐγγὺς τοῦ διαβόλου στήσῃ τὸν ἁλόντα ἄνθρωπον. Τοσαύτη γὰρ αὐτῶν ἡ δύναμις, ὡς τὴν δουλείαν, ἣν ὁ Παῦλος περὶ τὸν Χριστὸν ἐπεδείκνυτο, καὶ γεέννης καὶ βασιλείας 57.51 δι' αὐτὸν καταφρονῶν, τὴν αὐτὴν καὶ παρὰ τῶν ἁλόντων ἀπαιτεῖν. Ἄν τε γὰρ σωμάτων ἔρωτι, ἄν τε χρημάτων, ἄν τε δόξης περιπέσῃ τις, καὶ γεέννης καταγελᾷ λοιπὸν, καὶ βασιλείας καταφρονεῖ, ἵνα τὸ θέλημα τούτων ἐργάσηται. Μὴ τοίνυν ἀπιστῶμεν Παύλῳ λέγοντι, ὅτι τὸν Χριστὸν οὕτως ἐφίλησεν. Ὅταν γὰρ εὑρεθῶσί τινες τοῖς πάθεσιν οὕτω δουλεύοντες, πῶς ἄπιστον ἐκεῖνο δόξει εἶναι λοιπόν; Καὶ γὰρ διὰ τοῦτο ὁ περὶ τὸν Χριστὸν πόθος ἀσθενέστερος, ἐπειδὴ πᾶσα ἡμῖν ἡ δύναμις εἰς τοῦτον καταναλοῦται τὸν ἔρωτα, καὶ ἁρπάζομεν, καὶ πλεονεκτοῦμεν, καὶ δόξῃ δουλεύομεν κενῇ· ἧς τί γένοιτ' ἂν εὐτελέστερον; Κἂν γὰρ μυριάκις γένῃ περίβλεπτος, οὐδὲν τῶν ἀτίμων ἔσῃ βελτίων, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ ἀτιμότερος. Ὅταν γὰρ οἱ βουλόμενοί σε δοξάζειν καὶ λαμπρὸν ἀποδεικνύναι, δι' αὐτὸ τοῦτό σε γελῶσιν, ὅτι τῆς παρ' αὐτῶν ἐπιθυμεῖς δόξης, πῶς οὐκ εἰς τὸ ἐναντίον περιτραπήσεταί σοι τὰ τῆς τοιαύτης σπουδῆς; ιʹ. Καὶ γὰρ τῶν κατηγορουμένων τὸ πρᾶγμά ἐστιν. Ὥσπερ γὰρ τὸν ἐπιθυμοῦντα μοιχεύειν ἢ πορνεύειν ἂν ἐπαινῇ τις καὶ κολακεύῃ, αὐτῷ τούτῳ μᾶλλον κατήγορος γίνεται ἢ ἐπαινέτης τοῦ τὰ τοιαῦτα ἐπιθυμοῦντος· οὕτω καὶ τὸν δόξης ἐπιθυμοῦντα, ὅταν ἐπαινῶμεν ἅπαντες, κατήγοροι μᾶλλόν ἐσμεν ἢ ἐπαινέται τῶν βουλομένων δοξάζεσθαι. Τί τοίνυν ἐφέλκῃ τὸ πρᾶγμα, ἀφ' οὗ τὸ ἐναντίον σοι συμβαίνειν εἴωθεν; Εἰ γὰρ δοξάζεσθαι βούλει, καταφρόνει δόξης, καὶ πάντων ἔσῃ λαμπρότερος. Τί πάσχεις ὅπερ ἔπαθεν ὁ Ναβουχοδονόσορ; Καὶ γὰρ καὶ ἐκεῖνος εἰκόνα ἔστησεν, ἀπὸ τοῦ ξύλου καὶ τῆς ἀναισθήτου μορφῆς προσθήκην νομίζων ἑαυτῷ πορίζειν εὐφημίας, καὶ ὁ ζῶν ἀπὸ τοῦ μὴ ζῶντος λαμπρότερος ἤθελε φαίνεσθαι. Εἶδες τῆς μανίας τὴν ὑπερβολήν; ∆οκῶν γὰρ ἑαυτὸν τιμᾷν, μᾶλλον ἐξύβρισεν. Ὅταν γὰρ φαίνηται τῷ ἀψύχῳ θαῤῥῶν μᾶλλον ἢ ἑαυτῷ καὶ τῇ ἐν αὐτῷ ζώσῃ ψυχῇ, καὶ διὰ τοῦτο τὸ ξύλον ἐπὶ τοσαύτην ἄγῃ προεδρίαν, πῶς οὐκ ἂν εἴη γέλωτος ἄξιος, οὐκ ἀπὸ τρόπων, ἀλλ' ἀπὸ σανίδων καλλωπίζεσθαι σπεύδων; Ὥσπερ ἂν εἴ τις διὰ τὸ βάθρον τὸ ἐν τῇ οἰκίᾳ καὶ διὰ τὴν κλίμακα καλὴν οὖσαν ἀξιοῖ μᾶλλον, ἢ διὰ τὸ ἄνθρωπος εἶναι, ἐναβρύνεσθαι. Τοῦτον καὶ ἐφ' ἡμῶν πολλοὶ μιμοῦνται νῦν. Ὥσπερ γὰρ ἐκεῖνος ἀπὸ τῆς εἰκόνος, οὕτως ἀπὸ ἱματίων ἕτεροι, καὶ ἐξ οἰκίας ἄλλοι, καὶ ἐξ ἡμιόνων καὶ ὀχημάτων, καὶ ἀπὸ κιόνων τῶν ἐν ταῖς οἰκίαις ἀξιοῦσι θαυμάζεσθαι. Ἐπειδὴ γὰρ τὸ