1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

28

ἑαυτὸν ἐν ᾧ δοκιμάζει. Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κα 31.781 τακέκριται· ὅτι οὐκ ἐκ πίστεως. Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν. ΠΡΟΣ ΚΟΛ. Εἰ ἀπ εθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κό σμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων. Ὅτι οὐ δεῖ κρίνειν περὶ τῶν ἀδήλων. Κεφάλ. γʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυ πτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Ὅτι οὐ δεῖ ἐν προσωποληψίᾳ κρίνειν. Κεφάλ. δʹ. ΙΩΑΝΝΗΣ. Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ τί χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δι καίαν κρίσιν κρίνατε. Ὅτι οὐ δεῖ κατακρίνειν τινὰ, μὴ πρότερον ἐπὶ παρ ουσίᾳ αὐτοῦ τὰ κατ' αὐτὸν ἀκριβώσαντες, κἂν πολλοὶ ὦσιν οἱ κατηγοροῦντες. Κεφάλ. εʹ. ΙΩΑΝΝΗΣ, Λέγει Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐ τὸν νυκτὸς, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ; ΠΡΑΞΕΙΣ. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων· Ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέ σμιος, περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ' αὐτοῦ καταδίκην· πρὸς οὓς ἀπεκρίθην· Ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον, πρὶν ἢ ὁ κατ ηγορούμενος κατὰ πρόσωπον ἔχῃ τοὺς κατηγό ρους, τόπον τε ἀπολογίας λάβῃ περὶ τοῦ ἐγκλήματος.

ΟΡΟΣ ΝΕʹ. Ὅτι δεῖ εἰδέναι καὶ ὁμολογεῖν παντὸς ἀγαθοῦ τὴν χάριν, καὶ

αὐτῶν τῶν ὑπὲρ Χριστοῦ παθημάτων τὴν ὑπομονὴν παρὰ Θεοῦ ὑπάρχειν. Κεφάλ. αʹ. ΙΩΑΝΝΗΣ. Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ

δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. ΠΡΟΣ ΚΟΡ. αʹ. Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; ΠΡΟΣ 31.784 ΕΦΕΣ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. ΠΡΟΣ ΦΙΛΙΠ. Καὶ τοῦτο ἀπὸ Θεοῦ, ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πι στεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, τὸν αὐτὸν ἀγῶνα ἔχοντες, καὶ τὰ ἑξῆς. Ὅτι οὐ δεῖ σιωπᾷν τὰς εὐεργεσίας τοῦ Θεοῦ, ἀλλ' εὐχαριστεῖν ἐπ' αὐταῖς. Κεφάλ. βʹ. ΛΟΥΚΑΣ. Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ, ἀφ' οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων· Ὑπόστρεφεεἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθεν εἰς ὅλην τὴν πόλιν κηρύσ σων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. ΛΟΥΚΑΣ. Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ὑπήν τησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν. Καὶ αὐτοὶ ἦραν φωνὴν, λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν, εἶ πεν αὐτοῖς· Πορευθέντες, ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς, ἐκαθαρίσθησαν. Εἷς δέ τις ἐξ αὐτῶν ἰδὼν, ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν. Καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος. Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε. ΠΡΟΣ ΚΟΡ. αʹ. Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. ΠΡΟΣ ΤΙΜ. αʹ. Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ' εὐχαριστίας λαμβανό μενον.

ΟΡΟΣ Νςʹ. Ὅτι δεῖ προσκαρτερεῖν ταῖς προσευχαῖς καὶ ταῖς ἀγρυπνίαις.