28
(τοῦτο γὰρ τῇ βασιλίσσῃ ὄνομα), ἐπειδὴ διεσώθη ἐκ τοῦ ὕδατος· Αἰγύπτιοι γὰρ τὸ ὕδωρ μῶϋ, καὶ τὸ σὴς σωθῆναι προσαγορεύουσιν. Ἐκάλουν δὲ τὸ πρὶν αὐτὸν οἱ γονεῖς Μελχείς. Ἦν δὲ ἀστεῖος ἅγαν τῇ ὄψει, ὡς τὸν καθ' ὁδὸν ἀπαντῶντα αὐτῷ ἀφίστασθαι ἐκπληττόμε 781 νον, καὶ ὑπερθαυμάζοντα τὸ κάλλος. Προσάγει αὐτὸν οὖν αὐξηθέντα ἡ Θέρμουθις τῷ πατρὶ αὐτῆς, ἀξιοῦσα ποιῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ διάδοχον, καὶ τίθησιν αὐτὸν ἐν ταῖς χερσὶν αὐτοῦ. Ὁ δὲ λαβὼν, καὶ προστερνισάμενος, κατεφίλει· χαριεντιζόμενός τε, περιελὼν τῆς ἑαυτοῦ κεφαλῆς τὸ διάδημα, ἐπιτίθησι τῇ ἐκείνου κεφαλῇ. Ὁ δὲ Μωϋσῆς, ἀποῤῥίψας ἐπὶ τῆς γῆς τὸ διάδημα, κατεπάτει. Καὶ ὁ γραμματεὺς, ὁ τὴν γένεσιν αὐτοῦ προειπὼν, θεασάμενος καὶ συνεὶς ἐκεῖνον εἶναι τὸν θεσπιζόμενον τῆς Αἰγυπτίων ἀρχῆς πολέμιον, ὥρμησε μὲν ἀποκτεῖναι, καὶ οὐκ ἴσχυσε· βοήσας δὲ ἔφη τῷ βασιλεῖ· «Οὗτος ἐκεῖνός ἐστι, βασιλεῦ, ὅνπερ ἡμῖν ἀναφυῆναι ἐκ τῶν Ἑβραίων τὸ δαιμόνιον ἔχρησε τῆς βασιλείας Αἰγυπτίων ἐπίβουλον· ὅσγε καὶ νῦν σύμβολον τοῦ μέλλοντος οὐ μικρὸν ἐπεδείξατο, αὐτὸ δὴ τῆς βασιλείας τὸ σύνθημα ῥίψας, καὶ καταπατήσας εἰς τοὔδαφος Τοῦτον γοῦν ἀνελὼν, Αἰγυπτίους μὲν τῶν προσδοκωμένων στερήσεις κακῶν, Ἑβραίους δὲ σφαλῆναι τῆς ἐλπίδος τῆς ἐπ' αὐτῷ καταστήσεις.» Ταῦτα εἰπόντος αὐτοῦ, ὁ μὲν βασιλεὺς κατὰ πρόνοιαν Θεοῦ ὀκνηρὸς πρὸς τὸν φόνον ἐγένετο· ἡ δὲ Θέρμουθις, τῶν χειρῶν τοῦ βασιλέως τὸν Μωϋσῆν ἐξαρπάσασα, ἐφύλαττεν ἀσφαλῶς. Αἰθίοπες δὲ, πρόσοικοι τοῖς Αἰγυπτίοις τυγχάνοντες, ἄφνω ἐπελθόντες, ἐπολιόρκουν τὴν Αἴγυπτον, καὶ ἀντιπαραταξαμένους τοὺς Αἰγυπτίους τροπωσάμενοι, προέβησαν ἄχρι Μέμφεως καὶ τῆς θαλάσσης, ὅσῳ Αἰγύπτιοι κατὰ χρησμὸν σύμμαχον τὸ τῶν Ἑβραίων γένος λαβόντες ἐπῄεσαν. Καὶ ὁ Φαραὼ, καιρὸν ἐπιτήδειον εὑρηκέναι νομίζων πρὸς τὴν Μωϋσέως ἀναίρεσιν, τὴν Θερμούθιδα ἠξίωσε παρασχεῖν αὐτῷ τὸν Μωϋσῆν, ὅπως αὐτὸν στρατηγὸν τῶν Ἑβραίων ποιήσειεν, ἐπομνύμενος μηδὲν κακουργήσειν αὐτὸν, ἀλλὰ ταξίαρχον μόνον καταστῆσαι τῶν Ἑβραίων, ὑπολαμβάνω ῥᾳδίως αὐτὸν ὑπὸ τῶν πολεμίων φθαρήσεσθαι, ὡς μάχης ὑπάρχοντα ἄπειρον. Ἡ δὲ πολλὰ πρότερον τὸν πατέρα καὶ τοὺς γραμματεῖς ὀνειδίσασα, ὅτι ὅνπερ ὡς πολέμιον ἀποκτεῖναι ἐβούλοντο, νῦν ὡς ἐπίκουρον παρακαλοῦσι, δίδωσιν αὐτοῖς τὸν Μωϋσῆν. Ὁ δὲ τοῦ οἰκείου ἔθνους στρατηγὸς προαχθεὶς, λάθρα τῶν Αἰθιόπων δι' ἑτέρας ὁδοῦ ἄγει τὴν στρατιὰν, τῆς ἀβάτου καὶ θηριοτόκου (πᾶσαν γὰρ θηρίων ἐκτρέφει φύσιν, ὡς εἶναί τινα ἐν αὐτῇ καὶ πετόμενα), καὶ πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τῶν θηρίων τινὰ, κιβωτοὺς πλεκτὰς προστάττει ἕκαστον ἐπιφέρεσθαι ἴβεων πεπληρωμένας· ἔστι γὰρ τοῦτο τὸ ζῶον ταῖς ἀσπίσι πολέμιον. Ὡς οὖν τὸν τόπον ἐκεῖνον διώδευον, τὰς ἴβεας τοῖς θηρίοις ἐπαφῆκαν, κἀκεῖνα τὴν ἔφοδον τούτων μὴ ὑπομείναντα, διεφθείροντο· καὶ τοῦτον τὸν τρόπον διοδεύσας ἄφνω προσπίπτει τοῖς Αἰθίοψι, καὶ πολὺ πλῆθος αὐτῶν κατασφάξας, τοὺς λοιποὺς εἰς φυγὴν ἔτρεψεν. Οἱ δὲ Αἰθίοπες, μόλις φόνον τῇ φυγῇ διαδράσαντες, τὴν πόλιν Σαβὰ καταλαμβάνουσιν. Ἦν γὰρ αὐτῶν αὕτη βασίλειος, ὠχυρωμένη τείχει κρατερῷ καὶ χώμασιν, ἀπρόσβατος διὰ τὸν Νεῖλον (ἐπειδὴ πᾶσαν αὐτὴν περιτειχίζει τῷ ῥεύματι)· διόπερ καὶ δυσπολι 784 όρκητος τοῖς Αἰγυπτίοις ἐτύγχανεν. Ὁ γοῦν Μωσῆς προσῆγε τῇ πόλει τὴν στρατιὰν, ἐν ἀμηχανίᾳ μεγίστῃ ὢν, διὰ τὸ εἶναι δυσάλωτον. Μηχανωμένων οὖν πολλὰ τῶν Αἰγυπτίων, καὶ μηδὲν ἰσχυόντων, ἡ θυγάτηρ τοῦ βασιλέως Θάρμεις ὀνόματι, τὸν Μωϋσέα διὰ τῶν πύργων θεασαμένη, καὶ ἡσθεῖσα ἐπὶ τῷ κάλλει αὐτοῦ, καὶ θαυμάσασα τῶν ἐπιχειρήσεων αὐτοῦ τὴν ἐπίνοιαν, εἰς πόθον ἔρχεται· καὶ ἀποστείλασα τῶν οἰκετῶν τὸν πιστότατον, περὶ γάμου πρὸς αὐτὸν διελέχθη. Ὁ δὲ Μωϋσῆς ποιήσειν τοῦτο ὑπέσχετο, εἰ τὴν πόλιν αὐτῷ παραδώσειεν. Ἡ δὲ παραχρῆμα τὴν εἰρήνην σπένδεται, καὶ τὴν πόλιν αὐτῷ παραδίδωσιν. Λυθείσης οὖν τῆς μάχης, καὶ