28
ἄνθρωποι εἶναι ἀπώλεσαν, περιέρχονται συλλέγοντες ἑαυτοῖς ἑτέρωθεν τὴν πολλοῦ γέλωτος γέμουσαν δόξαν. Ἀλλ' οὐχ οἱ γενναῖοι καὶ μεγάλοι τοῦ Θεοῦ θεράποντες ἐντεῦθεν, ἀλλ' ἀφ' ὧν ἔδει μάλιστα, ἐκ τούτων ἔλαμπον. Καὶ γὰρ αἰχμάλωτοι καὶ δοῦλοι καὶ νέοι καὶ ξένοι καὶ πάντων τῶν οἴκοθεν ὄντες ἔρημοι, τοῦ πάντα περιβεβλημένου ταῦτα σεμνότεροι πολλῷ τότε ἐφάνησαν. Καὶ τῷ μὲν Ναβουχοδονόσορ οὐκ εἰκὼν τοσαύτη, οὐ σατράπαι, οὐ στρατηγοὶ, οὐ στρατόπεδα ἄπειρα οὐ χρυσίου πλῆθος, οὐκ ἄλλη 57.52 φαντασία πρὸς τὴν ἐπιθυμίαν ἤρκεσε, καὶ τὸ δεῖξαι μέγαν· τούτοις δὲ τούτων πάντων γεγυμνωμένοις ἤρκεσεν ἡ φιλοσοφία μόνη, καὶ τοῦ τὸ διάδημα καὶ τὴν πορφυρίδα ἔχοντος καὶ τοιαῦτα περιβεβλημένου, τοὺς οὐδὲν τούτων κεκτημένους λαμπροτέρους ἀπέφηνε τοσοῦτον, ὅσον ὁ ἥλιός ἐστι μαργάρου λαμπρότερος. Καὶ γὰρ ἐν μέσῳ τῆς οἰκουμένης ἁπάσης ἤγοντο, νέοι τε ὄντες καὶ αἰχμάλωτοι καὶ δοῦλοι, καὶ φανέντων εὐθέως ὁ βασιλεὺς πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἠφίει, καὶ στρατηγοὶ καὶ ὕπαρχοι καὶ τοπάρχαι καὶ ἅπαν τοῦ διαβόλου τὸ θέατρον περιειστήκει, καὶ φωνὴ συρίγγων πανταχόθεν καὶ σαλπίγγων καὶ πάσης μουσικῆς πρὸς τὸν οὐρανὸν φερομένη περιήχει τὰς ἐκείνων ἀκοὰς, καὶ κάμινος ἀνεκαίετο πρὸς ὕψος ἄπειρον, καὶ αὐτῶν ἡ φλὸξ ἥπτετο τῶν νεφελῶν, καὶ πάντα φόβου καὶ ἐκπλήξεως ἦν ἀνάμεστα. Ἀλλ' ἐκείνους οὐδὲν τούτων ἐξέπληξεν· ἀλλ' ὥσπερ παίδων παιζόντων καταγελάσαντες, τὴν ἀνδρείαν καὶ τὴν ἐπιείκειαν ἐπεδείκνυντο, καὶ τῶν σαλπίγγων ἐκείνων λαμπροτέραν ἀφιέντες φωνὴν ἔλεγον· Γνωστὸν ἔστω σοι, βασιλεῦ. Οὐδὲ γὰρ μέχρι ῥήματος ὑβρίσαι ἐβούλοντο τὸν τύραννον, ἀλλὰ τὴν εὐσέβειαν ἐπιδείξασθαι μόνον. ∆ιόπερ οὐδὲ μακροὺς ἀπετείναντο λόγους, ἀλλ' ἐν βραχεῖ πάντα ἐπιδείκνυνται· Ἔστι γὰρ, φησὶ, Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς. Τί μοι τὸ πλῆθος δεικνύεις; τί μοι τὴν κάμινον; τί τὰ ξίφη τὰ ἠκονημένα; τί τοὺς φοβεροὺς δορυφόρους; Πάντων τούτων ἀνώτερος ἡμῶν ὁ ∆εσπότης καὶ δυνατώτερος. Εἶτα ἐννοήσαντες ὅτι συμβαίνει τὸν Θεὸν βουληθῆναι καὶ συγχωρῆσαι αὐτοὺς καυθῆναι, ἵνα μὴ τούτου γενομένου δόξωσι ψευδῆ λέγειν, προστιθέασι καὶ τοῦτο, λέγοντες, ὅτι Ἐὰν μὴ τοῦτο γένηται, γνωστὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν. ιαʹ. Εἰ γὰρ εἶπον, ὅτι δι' ἁμαρτήματα οὐ ῥύεται, κἂν μὴ ῥύσηται, ἠπιστήθησαν ἄν. ∆ιὰ τοῦτο ἐνταῦθα μὲν τοῦτο σιγῶσι· λέγουσι δὲ αὐτὸ ἐπὶ τῆς καμίνου, ἄνω καὶ κάτω τὰ ἁμαρτήματα προβαλλόμενοι. Ἐπὶ δὲ τοῦ βασιλέως οὐδὲν τοιοῦτον, ἀλλ' ὅτι κἂν καίεσθαι μέλλωσι, τὴν εὐσέβειαν οὐ προδώσουσιν. Οὐ γὰρ ἐπ' ἀμοιβαῖς καὶ ἀντιδόσεσιν ἔπραττον ἅπερ ἔπραττον, ἀλλ' ἐξ ἀγάπης μόνης· καίτοιγε καὶ ἐν αἰχμαλωσίᾳ ἦσαν, καὶ ἐν δουλείᾳ, καὶ οὐδενὸς ἀπολελαυκότες χρηστοῦ. Καὶ γὰρ καὶ πατρίδος καὶ ἐλευθερίας καὶ τῶν ὄντων πάντων ἐξέπεσον. Μὴ γάρ μοι τὰς ἐν ταῖς βασιλικαῖς αὐλαῖς εἴπῃς τιμάς. Ὅσιοι γὰρ ὄντες καὶ δίκαιοι, μυριάκις ἂν εἵλοντο προσαιτεῖν οἴκοι, καὶ τῶν ἐν τῷ ναῷ καλῶν ἀπολαύειν. Ἐξελεξάμην γὰρ, φησὶ, παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου, μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν· καὶ, Κρείττων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Μυριάκις οὖν ἂν εἵλοντο ἀπεῤῥίφθαι οἴκοι, ἢ βασιλεύειν ἐν Βαβυλῶνι. Καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ ἐν τῇ καμίνῳ δηλοῦσι, βαρούμενοι τὴν αὐτόθι διατριβήν. Εἰ γὰρ καὶ αὐτοὶ πολλῆς ἀπέλαυον τιμῆς, τὰς τῶν ἄλλων ὁρῶντες συμφορὰς 57.53 σφόδρα ἐδάκνοντο· ὅπερ μάλιστά ἐστιν ἁγίων ἴδιον. μὴ δόξαν, μὴ τιμὴν, μηδὲν ἄλλο προτιμᾷν τῆς τοῦ πλησίον σωτηρίας. Ὅρα γοῦν πῶς ἐν καμίνῳ ὄντες, ὑπὲρ τοῦ δήμου παντὸς τὴν ἱκετηρίαν ἐποιοῦντο. Ἡμεῖς δὲ οὐδὲ ἐν ἀνέσει ὄντες τῶν ἀδελφῶν μνημονεύομεν. Καὶ ἡνίκα δὲ τὰ ἐνύπνια ἐζήτουν, οὐ τὸ ἑαυτῶν ἐσκόπουν, ἀλλὰ τὸ τῶν πολλῶν· ὅτι γὰρ θανάτου κατεφρόνουν, διὰ πολλῶν μετὰ ταῦτα ἔδειξαν. Πανταχοῦ δὲ ἑαυτοὺς προβάλλονται, τὸν Θεὸν δυσωπῆσαι βουλόμενοι. Εἶτα ἐπειδὴ οὐδὲ ἑαυτοὺς ἀρκεῖν ἡγοῦντο, ἐπὶ τοὺς πατέρας καταφεύγουσιν· αὐτοὶ δὲ οὐδὲν πλέον ἔφασαν εἰσφέρειν, ἀλλ' ἢ πνεῦμα