1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

29

Κεφάλ. αʹ ΜΑΤΘΑΙΟΣ. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζη τεῖτε, καὶ εὑρήσετε·

κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκ κακεῖν, λέγων· Κριτὴς ἦν ἔν τινι πόλει, καὶ τὰ λοιπά. ΛΟΥΚΑΣ. Προσέχετε δὲ ἑαυτοῖς, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως ἐφ' ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ 31.785 ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἀγρυπνεῖτε οὖν, ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γενέσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. ΠΡΟΣ ΚΟΛ. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε. Ὅτι δεῖ καὶ ὑπὲρ αὐτῶν τῶν πρὸς τὴν καθημερινὴν χρείαν τοῦ σώματος εὐχαριστεῖν πρότερον τῷ Θεῷ, καὶ οὕτω μεταλαμβάνειν. Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ λαβὼν τοὺς πέντε ἄρτους, καὶ τοὺς δύο ἰχθύας, εὐχαριστήσας, ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ· οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ. ΠΡΑΞΕΙΣ. Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρ τον, ηὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας, ἤρξατο ἐσθίειν. ΠΡΟΣ ΤΙΜ. αʹ. Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον. Ὅτι οὐ δεῖ βαττολογεῖν προσευχόμενον ἐν τῷ φθαρ τὰ καὶ ἀνάξια τοῦ Κυρίου αἰτεῖν. Κεφάλ. γ. ΜΑΤΘΑΙΟΣ. Προσευχόμενοι δὲ, μὴ βαττολο γήσητε, ὥσπερ οἱ ἐθνικοί. ∆οκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐ ράνιος, ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. ΛΟΥΚΑΣ. Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, καὶ τί πίητε· καὶ μὴ μετεωρίζεσθε. Πάντα γὰρ ταῦτα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ. Ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. Πῶς δεῖ προσεύχεσθαι, καὶ ἐν ποίᾳ τῆς ψυχῆς κα ταστάσει. Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, καὶ τὰ ἑξῆς. ΜΑΤΘΑΙΟΣ. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ. ΜΑΡΚΟΣ. Ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος. ΠΡΟΣ ΤΙΜ. αʹ. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαί ροντας ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογι σμῶν. Ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ ἀλλήλων, καὶ ὑπὲρ τῶν προεστώτων τοῦ λόγου τῆς ἀληθείας. Κεφάλ. εʹ. ΛΟΥΚΑΣ. Εἶπε δὲ ὁ Κύριος· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. ΠΡΟΣ ΕΦΕΣ. Προσευχό μενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ 31.788 ἀγρυπνοῦντες πάντοτε ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει, περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μὴ δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παῤῥησίᾳ, γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι ὡς δεῖ με λαλῆσαι. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Τὸ λοιπὸν προσεύχεσθε περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξά ζηται ἐν παντὶ, καθὼς καὶ πρὸς ὑμᾶς. Ὅτι δεῖ καὶ ὑπὲρ τῶν ἐχθρῶν προσεύχεσθαι. Κεφάλ. ʹ. ΜΑΤΘΑΙΟΣ. Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεα ζόντων ὑμᾶς, καὶ διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὅτι οὐ δεῖ ἄνδρα κεκαλυμμένον προσεύχεσθαι, ἢ προφητεύειν, οὔτε γυναῖκα ἀκατακάλυπτον. Κεφάλ. ζʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παν τὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ. Πᾶσα δὲ γυνὴ προσευχομένη, ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κε φαλὴν αὑτῆς, καὶ τὰ ἑξῆς. ΟΡΟΣ ΝΖʹ. Ὅτι οὐ δεῖ μεγαλοφρονεῖν ἐφ' ἑαυτῷ ἐν τοῖς