29
τῶν Αἰγυπτίων εἰς τοὺς οἰκείους τόπους ἐπανελθόντων, ἄγεται πρὸς γάμον αὐτὴν, καὶ κτίζει πόλιν, καὶ Ἑρμούπολιν ἀναγορεύει· οὕτω γὰρ ὑπὸ τῶν Αἰγυπτίων ὁ Μωϋσῆς προσαγορεύεται, διὰ τὴν [φ. τὸ] τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν ποιήσασθαι. Ἐτιμᾶτο δὲ καὶ παρὰ τοῖς Αἰθίοψιν οὐ μικρῶς διὰ τὴν σοφίαν τὴν ἀξιάγαστον. Πλοίων γὰρ τὴν χρῆσιν, καὶ μηχανὰς πρὸς λιθοθεσίαν, καὶ ὅπλα Αἰγύπτια, καὶ ὄργανα ὑδρευτικὰ καὶ πολέμια πρῶτος αὐτοῖς ἐπενόησεν. Ἕτι δὲ καὶ τὴν Αἴγυπτον πᾶσαν εἰς τριάκοντα διεῖλε νομοὺς, πρὸς τὸ τῷ Χενεφρῇ τὴν βασιλείαν βεβαιῶσαι· ἐπειδὴ ἀτάκτως ἐβασιλεύοντο Αἰγύπτιοι, γνώμῃ προσάγοντες καὶ καθαιροῦντες ὃν ἂν προῄρηντο. ∆ι' ἃ γοῦν ὑπὸ μὲν τῶν ἱερέων ὡς θεὸς ἐτιμᾶτο, ὑπὸ δὲ τῶν Αἰθιόπων ὡς βασιλεύς· καὶ γὰρ καὶ τὴν περιτομὴν παρ' αὐτοῦ μαθόντες ἄχρι τοῦ δεῦρο φυλάττουσιν. Πρῶτος γὰρ οὗτος σοφὸς γεγένηται, ὡς ἱστορεῖ ὁ Εὐπόλεμος, καὶ γράμματα πρῶτος Ἑβραίοις παραδέδωκεν, ἅπερ ὁ μακάριος Ἀβραὰμ ἀπὸ τῶν Χαλδαίων ἐκόμισε· πρῶτοι γὰρ εὑρεταὶ τούτων οἱ Χαλδαῖοι γεγένηνται· παρὰ δὲ τῶν Ἑβραίων ἔλαβον Φοίνικες· καὶ Κάδμος ταῦτα μετήγαγεν εἰς τοὺς Ἕλληνας. Μετὰ δὲ τὴν κατὰ τῶν Αἰθιόπων στρατηγίαν ἀφικνεῖται εἰς Αἴγυπτον· καὶ ὁ Χενεφρῆς λόγοις μὲν εὐφήμοις ἐδεξιοῦτο αὐτὸν, ἔργοις δὲ τὸ θάνατον κατὰ αὐτοῦ ἤρτυεν· ἔρημον γὰρ τῶν ὁμοφύλων καταστήσας αὐτὸν, εἰς Μέμφιν μετ' αὐτοῦ παραγίνεται· καὶ ἐρωτᾷ αὐτὸν, τί τοῖς ἀνθρώποις ὑπάρχει εὔχρηστον. Ὁ δὲ ἔφη· Τῶν βοῶν τὸ γένος, διὰ τὸ ἀρώσιμον τὴν γῆν ὑπ' αὐτῶν καθίστασθαι. Κελεύσας οὖν τοῖς ὄχλοις ὁ Χενεφρῆς ταύρου Ἄπιδος σηκὸν τεκτήνασθαι, τὰ τοῦ Μωϋσέως τῆς ἀρετῆς ὑπομνήματα (ἦν δὲ ταῦτα ἐκ χαλκοῦ πεποιημένα, τῶν ἴβεων τὴν ἐπίνοιαν, καὶ τὴν ἱστορίαν τῆς κατ' Αἰθιόπων ἀνδραγαθίας κηρύττοντα) ὑπὸ τὸ ἔδαφος ἐνέκρυψε τοῦ ναοῦ πρὸς τὸ λήθῃ παραδοῦναι τὰ τούτου δράματα. Τὸν δὲ ὄχλον τῶν Ἑβραίων τὸν περιέποντα αὐτὸν, εἰς δύο ἔργα διένειμε· τοὺς μὲν γὰρ εἰς φυλακὴν τῆς Αἰθιοπίας ἐξέπεμψε, τοὺς δὲ τὸν ἐν ∆ιὸς πόλει ναὸν ἐκ λίθου κατασκευάσαι, λατομήσαντας τὸ πλησίον ὄρος, ἐπέτρεψε· πάλαι γὰρ ἐξ ὀπτῆς πλίνθου ὁ ναὸς κατεσκεύαστο· Ἀποξενώσας δὲ καὶ τῶν Αἰγυπτίων αὐτὸν, ἀνελεῖν αὐτὸν τοῖς φίλοις αὐτοῦ ἐνετέλλετο, πάντας ὁρκωμοτῶν, μὴ ποιῆσαι αὐτῷ τὴν κατ' αὐτοῦ τυρευομένην κατάδηλον. Πάντων οὖν τὴν βουλὴν ταύτην ἀπειπαμένων, Χανενώθης τις διακονῆσαι τῇ γνώμῃ τοῦ βασιλέως κατέθετο, δολοφονῆσαι τὸν Μωϋσέα ἐπαγγειλάμενος. Τότε δὴ καὶ τῆς 785 Μεῤῥόης (οὕτω γὰρ ἡ Θέρμουθις ἐκαλεῖτο) τελευτησάσης, ἕρμαιον ὁ Φαραὼ τὸν καιρὸν ἡγησάμενος, προστάττει Μωϋσῇ καὶ Χανενώθῃ εἰς τοὺς ὑπὲρ Αἰγύπτου τόπους κηδεῦσαι αὐτήν. Ἀφικνουμένων δὲ αὐτῶν, εἷς τις τῶν συνειδότων τὴν γνώμην τοῦ Φαραὼ ἀνακοινοῦται τῷ Μωϋσῇ· καὶ φυλάξας ἑαυτὸν πάντοθεν ὁ Μωϋσῆς, τὴν Μεῤῥόην ἔθαψε, καὶ τὸν τόπον καὶ τὸν ποταμὸν Μεῤῥόην ἐξ αὐτῆς προσηγόρευσεν. Αὐτὸς δὲ ἐκ μὲν Μέμφεως τὸν Νεῖλον διαπορθμεύσας, καθ' ὑπόθεσιν Ἀαρὼν τοῦ ἀδελφοῦ αὐτοῦ, εἰς τὴν Ἀραβίαν ἀπέφευγεν· ὁ δὲ Χανενώθης πυθόμενος, γυμνώσας τὸ ξίφος ὑπαντιάξει αὐτῷ· ὁ δὲ Μωϋσῆς κατεῖχεν αὐτοῦ τὴν χεῖρα, καὶ ἐκσπάσας τὸ ξίφος αὐτοῦ τῆς χειρὸς, τῷ οἰκείῳ ξίφει αὐτὸν διεχειρίσατο, καὶ εἰς Ἀραβίαν πρὸς Ῥαγουῆλον τὸν τῶν τόπων ἄρχοντα παρεγένετο, καὶ τὴν θυγατέρα αὐτοῦ Σεπφόραν ἀγόμενος, ἐξ αὐτῆς δύο παῖδας ἐγέννησεν. Ὁ δὲ Φαραὼ, πᾶσαν τὴν δραματουργίαν τοῦ Μωϋσέως πυθόμενος, τὸν θυμὸν ἐπὶ τὸ πλῆθος τῶν Ἰουδαίων ἔχεε, καὶ ἄρδην τούτους ἀναιρεῖσθαι προσέταξε· μόνους γὰρ αὐτοὺς λινῆν ἐσθῆτα φορεῖν κελεύσας διὰ τὸ εὔσημον, εἰς σφαγὴν αὐτοὺς τοῖς Αἰγυπτίοις ἐκδίδωσιν· ἐφ' ᾧ ὁ Θεὸς μεγίστῃ τιμωρίᾳ τοῦτον ἐκόλασε· πρῶτος γὰρ παντὸς ἀνθρώπου ἐλεφαντιάσας ὁ Φαραὼ, αἰσχρῷ τὸν βίον τέλει κατέλυσεν. Ὁ δὲ