1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

29

τούτῳ τῆς δόξης ποιούμεθα τὴν ἀπόδοσιν. 24.12 καὶ ἐπεὶ πάντα μὲν τὰ τοῦ πατρὸς ὁ υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ υἱοῦ ἀγαθὰ ἐνθεωρεῖται τῷ πνεύματι, οὐδεμίαν εὑρίσκομεν ἐν τῇ ἁγίᾳ τριάδι κατὰ τὸ ὕψος τῆς δόξης πρὸς ἑαυτὴν διαφοράν· οὔτε γὰρ κατά τινα σωματικὴν σύγκρισιν τὸ μὲν ὑψηλότερόν ἐστι τὸ δὲ ταπεινότερον τὸ γὰρ ἀόρατον καὶ ἀσχημάτιστον μέτρῳ οὐ καταλαμβάνεται , οὔτε κατὰ δύναμιν ἢ ἀγαθότητα τὸ διάφορον συγκριτικῶς ἐπὶ τῆς ἁγίας τριάδος εὑρίσκεται, ὡς εἰπεῖν παρὰ τὸ πλεῖον καὶ ἔλαττον εἶναι ἐν τούτοις παραλλαγήν· ὁ γὰρ ἰσχυρότερον τὸ ἓν τοῦ ἑτέρου εἰπὼν κατὰ τὸ σιωπώμενον ὡμολόγησε τὸ ἐλαττούμενον ἐν τῇ δυνάμει ἀσθενέστερον εἶναι τοῦ δυνατωτέρου, τοῦτο δὲ τῆς ἐσχάτης ἀσεβείας ἐστὶν ἔμφασίν τινα ἀσθενείας ἢ ἀδυναμίας εἴτε ἐν ὀλίγῳ εἴτε ἐν πλείονι περὶ τὸν μονογενῆ θεὸν καὶ περὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐννοεῖν· τέλειον γὰρ ἐν δυνάμει καὶ ἀγαθότητι καὶ ἀφθαρσίᾳ καὶ πᾶσι τοῖς ὑψηλοῖς νοήμασι καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα ὁ τῆς ἀληθείας παραδίδωσι λόγος. 24.13 εἰ οὖν παντὸς ἀγαθοῦ ἡ τελειότης <ἐφ'> ἑκάστου τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων προσώπων εὐσεβῶς ὁμολογεῖται, οὐκ ἔχει φύσιν τὸ αὐτὸ καὶ τέλειον λέγειν καὶ πάλιν διὰ συγκρίσεως ἀτελὲς ὀνομάζειν· τὸ γὰρ ἔλαττον <λέγειν> κατὰ τὸ μέγεθος τῆς δυνάμεως ἤτοι τῆς ἀγαθότητος οὐδὲν ἄλλο ἐστὶν ἢ ἀτελὲς εἶναι κατὰ τοῦτο διισχυρίζεσθαι. εἰ οὖν τέλειος ὁ υἱός, τέλειον καὶ τὸ πνεῦμα, τελείου τέλειον οὔτε ἀτελέστερον οὔτε τελειότερον ἐπινοεῖ ὁ λόγος. 24.14 Ἀλλὰ καὶ ἐκ τῶν ἐνεργειῶν τὸ ἀδιαίρετον τῆς δόξης καταμανθάνομεν. ζωοποιεῖ ὁ πατήρ, καθὼς ἔφη τὸ εὐαγγέλιον· ζωοποιεῖ καὶ ὁ υἱός· ζωοποιεῖ δὲ καὶ τὸ πνεῦμα κατὰ τὴν τοῦ κυρίου μαρτυρίαν τοῦ εἰπόντος ὅτι 24.15 Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. προσήκει οὖν δύναμιν ἐκ πατρὸς ἀρχομένην καὶ δι' υἱοῦ προϊοῦσαν καὶ ἐν πνεύματι ἁγίῳ τελειουμένην νοεῖν· ἐμάθομεν γὰρ πάντα ἐκ θεοῦ εἶναι, καὶ πάντα διὰ τοῦ μονογενοῦς καὶ ἐν αὐτῷ συνεστάναι, καὶ διὰ πάντων διήκειν τὴν τοῦ πνεύματος δύναμιν, πάντα ἐν πᾶσι καθὼς βούλεται ἐνεργοῦσαν, ὥς φησιν ὁ ἀπόστολος.

25.τ Ἀμφιλοχίῳ

25.1 Ἤδη μοι πέπεισμαι κατορθώσασθαι κατὰ θεοῦ χάριν τὴν ἐπὶ τῷ

μαρτυρίῳ σπουδήν. θελήσειας· πέρας τὸ σπουδαζόμενον ἕξει τῇ δυνάμει τοῦ θεοῦ ἔργον ποιῆσαι δυναμένου τὸν λόγον ᾗ ἂν εἴπῃ. ἐπειδή, καθώς φησιν ὁ ἀπόστολος, Ὁ ἐναρξάμενος ἔργον ἀγαθὸν καὶ ἐπιτελέσει, παρακλήθητι καὶ ἐν τούτῳ μιμητὴς γενέσθαι τοῦ μεγάλου Παύλου καὶ εἰς ἔργον ἡμῖν προαγαγεῖν τὰς ἐλπίδας καὶ τεχνίτας ἡμῖν 25.2 τοσούτους πέμψαι, ὥστε ἱκανοὺς πρὸς τὸ ἔργον εἶναι. γένοιτο δ' ἂν ἐκ συλλογισμοῦ τῇ τελειότητί σου γνώριμον εἰς ὅσον μέτρον ἅπαν τὸ ἔργον συλλογισθήσεται· οὗ χάριν φανεράν σοι ποιῆσαι πειράσομαι πᾶσαν τὴν κατασκευὴν διὰ τῆς τοῦ λόγου γραφῆς. 25.3 Σταυρός ἐστι τοῦ εὐκτηρίου τὸ σχῆμα τέσσαρσιν, ὡς εἰκός, οἴκοις ἁπανταχόθεν ἀναπληρούμενος· ἀλλὰ καταλαμβάνουσιν ἀλλήλας αἱ συμβολαὶ τῶν οἴκων, ὥσπερ ὁρῶμεν πανταχοῦ ἐν τῷ σταυροειδεῖ τύπῳ γινόμενον. ἀλλ' ἔγκειται τῷ σταυρῷ κύκλος ὀκτὼ γωνίαις διειλημμένος· κύκλον δὲ διὰ τὸ περιφερὲς ὠνόμασα τὸ ὀκτάγωνον σχῆμα, ὥστε τὰς τέσσαρας τοῦ ὀκταγώνου πλευρὰς τὰς ἐκ διαμέτρων ἀλλήλαις ἀντικειμένας δι' ἁψίδων τοῖς τετραχῇ παρακειμένοις 25.4 οἴκοις τὸν ἐν τῷ μέσῳ συνάπτειν κύκλον. αἱ δὲ ἄλλαι τέσσαρες τοῦ ὀκταγώνου πλευραὶ αἱ μεταξὺ τῶν τετραγώνων οἴκων διήκουσαι, οὐδὲ αὐταὶ κατὰ τὸ συνεχὲς εἰς οἴκους ἀποταθήσονται, ἀλλ' ἑκάστῃ τούτων ἡμικύκλιον περικείσεται κοχλοειδῶς κατὰ τὸ ἄνω ἐπὶ ἁψῖδος ἀναπαυόμενον· ὥστε ὀκτὼ γενέσθαι ἁψῖδας τὰς πάσας, δι' ὧν ἐκ παραλλήλου τὰ τετράγωνά τε καὶ ἡμικύκλια πρὸς τὸ μέσον 25.5 τὴν συνάφειαν ἕξει. ἔσωθεν δὲ τῶν διαγωνίων πεσσῶν ἰσάριθμοι παραστήσονται κίονες εὐκοσμίας τε καὶ ἰσχύος χάριν· ἀνέξουσι δὲ καὶ οὗτοι ὑπὲρ