1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

21

μόνου τῷ ἀποστόλῳ μέλει ὅπως ὁ τῆς ἱερωσύνης προεστηκὼς τοιοῦτος εἴη; καὶ τί 17.24 τοσοῦτον κέρδος, εἰ ἐν ἑνὶ τὸ ἀγαθὸν κατακλείοιτο; ἀλλ' οἶδεν ὅτι τῷ προέχοντι συμμορφοῦται τὸ ὑποχείριον, καὶ τὰ κατορθώματα τοῦ καθηγουμένου τῶν ἑπομένων γίνεται· ὃ γάρ ἐστιν ὁ διδάσκαλος, τοῦτο καὶ τὸν μαθητὴν ἀπεργάζεται· οὐ γὰρ ἔστι τὸν τῇ χαλκευτικῇ τέχνῃ μαθητευόμενον ὑφαντικὴν ἐξασκῆσαι, ἢ ἱστουργεῖν διδασκόμενον ῥήτορα ἢ γεωμέτρην γενέσθαι, ἀλλ' ὅπερ ἐν τῷ καθηγουμένῳ βλέπει ὁ μαθητής, τοῦτο καὶ εἰς ἑαυτὸν μετατίθησι. διὰ τοῦτό φησι· κατηρτισμένος ἔσται πᾶς μαθητὴς ὡς ὁ διδάσκαλος αὐτοῦ. 17.25 τί οὖν, ἀδελφοί; ἆρα δυνατὸν ταπεινόφρονα γενέσθαι καὶ κατεσταλμένον τῷ ἤθει καὶ μέτριον καὶ φιλοκερδείας κρείττονα καὶ τὰ θεῖα σοφὸν καὶ πεπαιδευμένον τὴν ἐν τοῖς τρόποις ἀρετήν τε καὶ ἐπιείκειαν, ταῦτα ἐν τῷ διδα17.26 σκάλῳ μὴ βλέποντα; ἀλλ' οὐκ οἶδα πῶς οἷόν τε τὸν κοσμικῷ μαθητευθέντα πνευματικὸν γενέσθαι· πῶς γὰρ ἂν 17.27 μὴ κατ' ἐκεῖνον εἶεν οἱ πρὸς αὐτὸν ὁμοιούμενοι; τί κέρδος ἐστὶ τοῖς διψῶσι τῆς τοῦ ὑδρείου μεγαλουργίας, ὕδατος ἐν αὐτῷ μὴ ὄντος; κἂν ἐν ποικίλοις σχήμασιν ἡ τῶν κιόνων ἐπάλληλος θέσις ἐπὶ τοῦ ὕψους ἀνέχῃ τὸν πέτασον, τί μᾶλλον ἂν ὁ διψῶν ἕλοιτο πρὸς τὴν ἑαυτοῦ χρείαν, λίθους εὖ διακειμένους βλέπειν, ἢ κρουνὸν εὑρεῖν, κἂν ἀπὸ ξυλίνου σωλῆνος ῥέῃ, μόνον διειδές τε καὶ πότιμον τὸ νᾶμα 17.28 προχέοντα; οὕτως, ἀδελφοί, τοῖς πρὸς τὴν εὐσέβειαν βλέπουσιν ἀμελητέον ἂν εἴη τῆς ἔξω σκηνῆς· καὶ εἴ τις κομᾷ φίλοις καὶ καταλόγοις ἀξιωμάτων ἁβρύνεται καὶ πολλὰς ἐτησίους ἀπαριθμεῖται προσόδους καὶ πρὸς τὸ γένος ἑαυτοῦ βλέπων περιογκοῦται καὶ πανταχόθεν τῷ τύφῳ περιαυτίζεται, τὸν τοιοῦτον ἐᾶν ὡς ξηρὸν ὑδρεῖον, εἴπερ μὴ ἔχοι ἐν τῷ βίῳ τὰ προηγούμενα, ἀναζητεῖν δὲ καθὼς ἂν ᾖ δυνατόν, τῷ λύχνῳ τοῦ πνεύματος πρὸς τὴν ἔρευναν κεχρημένους, εἴ πού τίς ἐστι Κῆπος κεκλεισμένος καὶ πηγὴ ἐσφραγισμένη, καθώς φησιν ἡ γραφή, ἵνα διὰ τῆς χειροτονίας ἀνοιχθείσης ἡμῖν τῆς ἐν τῷ κήπῳ τρυφῆς καὶ ἀναστομωθέντος τοῦ τῆς πηγῆς ὕδατος κοινὸν γένηται κτῆμα τῆς 17.29 καθόλου ἐκκλησίας ἡ ἐν ἐκείνῳ χάρις. καὶ παράσχοι ὁ κύριος εὑρεθῆναι διὰ τάχους ἐν ὑμῖν τοιοῦτον ὃς ἔσται σκεῦος ἐκλογῆς, στῦλός τε καὶ ἑδραίωμα τῆς ἀληθείας· πιστεύομεν δὲ τῷ κυρίῳ ἔσεσθαι ταῦτα, εἴπερ ὑμεῖς βουληθείητε διὰ τῆς ὁμονοητικῆς συμπνοίας πρὸς τὸ κοινὸν ἀγαθὸν συμφώνως ἰδεῖν, προτιμήσαντες τῶν ἰδίων θελημάτων τὸ θέλημα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ἵνα κατορθούμενον ἐν ὑμῖν τοιοῦτον ᾖ ᾧ καὶ ἡμεῖς ἐγκαυχησόμεθα καὶ ὑμεῖς ἐντρυφήσετε καὶ ὁ θεὸς τῶν ὅλων ἐνδοξασθήσεται, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας.

18.τ Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆσ

18.1 Ὡς καλὰ τῶν καλῶν ἐστι τὰ ὁμοιώματα, ὅταν ἐναργῆ τοῦ πρωτοτύπου

κάλλους τὸν χαρακτῆρα τῆς μορφῆς καὶ 18.2 ἐφ' ἑαυτῶν διασῴζηται. τῆς γὰρ ψυχῆς σου τῆς ὄντως καλῆς εἶδον ἐναργεστάτην εἰκόνα ἐν τῇ τῶν γραμμάτων γλυκύτητι, οἷς ἡμᾶς, καθώς φησί που τὸ εὐαγγέλιον, Ἐκ τοῦ περισσεύματος τῆς καρδίας σου ἐμελίτωσας· καὶ διὰ τοῦτο αὐτόν σε προσορᾶν καὶ τὴν ἐν τοῖς ὀφθαλμοῖς εὐφροσύνην καρποῦσθαι καὶ διὰ τῆς ἐν τοῖς γράμμασι φιλοφροσύνης ἐνόμιζον, καὶ πολλάκις ὑφ' ἡδονῆς ἐπαναλαμβάνων τὰ γράμματα καὶ συνεχῶς ἐπιὼν πρὸς μείζονα τῆς ἀπολαύσεως ἐπιθυμίαν ἐξεκαιόμην, καὶ κόρος τῶν πινομένων οὐκ ἦν, ὡς οὐδὲ ἄλλου τινὸς τῶν κατὰ φύσιν καλῶν καὶ τιμίων τὴν 18.3 ἡδονὴν ὁ κόρος διαλυμαίνεται· οὔτε γὰρ τοῦ προσορᾶν τὸν ἥλιον ἡ συνεχὴς μετουσία τὴν ὄρεξιν ἤμβλυνεν, οὔτε τῆς ὑγείας ἡ διηνεκὴς ἀπόλαυσις τὴν ἐπιθυμίαν ἔστησεν, οὔτε τῆς σῆς ἀγαθότητος, ἣν κατὰ πρόσωπον πολλάκις καὶ νῦν διὰ τοῦ γράμματος ἔγνωμεν, δυνατὸν εἶναι πεπείσμεθα μέχρι κόρου προελθεῖν τὴν ἀπόλαυσιν· ἀλλ' οἷόν τι