1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

19

τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος αὐτοῦ εἰς τὸ γενέσθαι ὑμῖν θεραπείαν μὲν πάσης θλίψεως καὶ δυσχερείας, εὐοδίαν δὲ πρὸς πᾶν ἀγαθὸν εἰς καταρτισμὸν τῆς ἐκκλησίας καὶ οἰκοδομὴν τῶν ὑμετέρων ψυχῶν καὶ εἰς προσθήκην τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ. 17.2 ἡμεῖς δὲ ταύτην ὑπὲρ ἑαυτῶν τὴν ἀπολογίαν πρὸς τὴν ἀγάπην ὑμῶν ποιούμεθα, ὅτι οὐκ ἠμελήσαμεν πρὸς τὴν ἀπόδοσιν τῆς κεχρεωστημένης ὑμῖν ἐπισκέψεως ἢ ἐν τῷ παρελθόντι χρόνῳ ἢ καὶ νῦν μετὰ τὴν γενομένην τοῦ μακαρίου Πατρικίου μετάστασιν, ἀλλ' ὅτι πολλαὶ μὲν αἱ τῶν καθ' ἡμᾶς ἐκκλησιῶν ἀσχολίαι, πολλὴ δὲ καὶ ἡ τοῦ σώματος σαθρότης, ὡς εἰκὸς προϊόντι τῷ χρόνῳ συνεπιδιδοῦσα, πολλὴ δὲ καὶ ἡ τῆς ὑμετέρας ἀγαθότητος εἰς ἡμᾶς ῥᾳθυμία, ὅτι οὐδεὶς οὐδέποτε λόγος εἰς προτροπὴν ἐν γράμματι ἢ δηλωματικὴ σχέσις πρὸς τὴν καθ' ἡμᾶς ἐκκλησίαν, τοῦ μακαρίου Εὐφρασίου τοῦ ἐπισκόπου διὰ πάσης γνησιότητος ἑαυτῷ τε καὶ ὑμῖν οἷον σειραῖς τισι τῇ ἀγάπῃ τὴν βραχύτητα ἡμῶν 17.3 συνδήσαντος. ἀλλ' εἰ καὶ μὴ πρότερον τὸ τῆς ἀγάπης χρέος ἢ παρ' ἡμῶν διὰ τῆς ἐπισκέψεως ἢ παρὰ τῆς ὑμετέρας εὐλαβείας διὰ τῆς προτροπῆς ἀπεπληρώθη, νῦν γοῦν εὐχόμεθα τῷ θεῷ, σύμμαχον πρὸς τὴν ἐπιθυμίαν ἡμῶν καὶ τὴν ὑμετέραν πρὸς θεὸν συμπαραλαβόντες εὐχήν, διὰ τάχους ὥς ἐστι δυνατόν, ἐπιδημῆσαί τε ὑμῖν καὶ συμπαρακληθῆναι καὶ συσπουδάσαι, ὡς ἂν ὑφηγῆται ὁ κύριος, ὥστε καὶ τῶν ἤδη γεγενημένων λυπηρῶν διόρθωσιν ἐξευρεῖν καὶ εἰς τὸν ἐφεξῆς χρόνον ἀσφάλειαν· ὥστε μηκέτι ὑμᾶς ἐν τῇ ἀσυμφωνίᾳ ταύτῃ διεσπασμένους, ἄλλου κατ' ἄλλην ὁρμὴν ἑαυτὸν τῆς ἐκκλησίας ἀπάγοντος, γέλωτα προκεῖσθαι τῷ διαβόλῳ, ᾧ βούλημα καὶ ἔργον ἐστὶν ἐξ ἐναντίου τῷ θείῳ θελήματι τὸ μηδένα σωθῆναι μηδὲ εἰς 17.4 ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. πῶς γὰρ οἴεσθε ἡμᾶς, ἀδελφοί, θλίβεσθαι πρὸς τὴν ἀκοὴν τῶν διαγγειλάντων ἡμῖν τὰ ὑμέτερα, ὅτι οὐδεμία γέγονεν τῶν ἐφεστώτων ἐπιστροφή, ἀλλ' ἡ τῶν ἅπαξ ἀποκλινάντων προαίρεσις ἐπὶ τῆς αὐτῆς ὁρμῆς ἀεὶ φέρεται, καὶ ὥσπερ ἐκ τοῦ ὀχετοῦ ὕδωρ πολλάκις εἰς τὴν παρακειμένην ὄχθην ὑπερεκχεῖται καὶ κατὰ τὸ πλάγιον διαδυὲν ἀπορρέει, μὴ ἀπασφαλισθέντος δὲ τοῦ ὑπαιτίου τόπου δυσανάκλητον γίνεται κοιλανθέντος τοῦ ὑποκειμένου πρὸς τὴν τοῦ ῥείθρου φοράν, οὕτως ἡ τῶν ἀποστάντων ὁρμή, ἅπαξ τῆς εὐθείας τε καὶ ὀρθῆς πίστεως ἐκ φιλονεικίας παραρρυεῖσα, ἐνεβάθυνεν ἤδη τῇ συνηθείᾳ 17.5 καὶ οὐκ εὐχερῶς ἐπὶ τὴν ἀρχαίαν ἐπανέρχεται χάριν. διὸ σοφοῦ τινος καὶ μεγάλου χρῄζει τὰ καθ' ὑμᾶς ἐπιστάτου καλῶς τὰ τοιαῦτα ὀχετηγεῖν ἐπισταμένου, ὥστε δυνηθῆναι πάλιν τὴν ἄτακτον τοῦ ῥεύματος τούτου παρατροπὴν εἰς τὸ ἀρχαῖον κάλλος ἀνακαλέσασθαι, ὡς ἂν πάλιν ὑμῖν τὰ τῆς εὐσεβείας ἁδρύνοιτο λήια τῇ τῆς εἰρήνης ἐπιρροῇ κατ17.6 αρδόμενα. διὰ ταῦτα πολλὴ χρεωστεῖται τῷ πράγματι παρὰ πάντων ὑμῶν σπουδή τε καὶ προθυμία πρὸς τὸ ἀναδειχθῆναι προστάτην ὑπὸ τοῦ ἁγίου πνεύματος τοιοῦτον ὃς ὅλῳ τῷ ὀφθαλμῷ τὰ τοῦ θεοῦ ὄψεται μόνα, πρὸς οὐδὲν 17.7 τῶν ἐν τῇ ζωῇ σπουδαζομένων μετεωρίζων τὸ ὄμμα. διὰ τοῦτο γὰρ οἶμαι τὸν λευιτικὸν νόμον ἀπόκληρον τῆς γηΐνης κληρονομίας τὸν λευίτην ποιεῖν, ὡς ἂν μερίδα κτήσεως, καθὼς γέγραπται, τὸν θεὸν μόνον ἔχοι καὶ τοῦτο περιέποι διὰ παντὸς ἐν ἑαυτῷ τὸ κτῆμα, πρὸς οὐδὲν ὑλῶδες τῆς 17.8 ψυχῆς καθελκομένης. εἰ δέ τινές εἰσιν ἢ καί ἐσμεν ἀδιάφοροι, μηδεὶς πρὸς τοῦτο βλέπων ἐπὶ τῶν ἰδίων βλαπτέσθω· οὐ γὰρ νόμος ἐστὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ τὰ δέοντα πράσσειν τὸ παρ' ἑτέροις μὴ δεόντως γινόμενον. ἀλλ' ὑμᾶς χρὴ τὰ ἑαυτῶν βλέπειν, ὅπως ἂν πρὸς τὸ κρεῖττον γένοιτο ἡ τῆς ἐκκλησίας ἐπίδοσις, τῶν διεσκορπισμένων πάλιν εἰς τὴν τοῦ ἑνὸς σώματος ἁρμονίαν ἐπανελθόντων καὶ τῆς πνευματικῆς εἰρήνης ἐν τῷ πλήθει 17.9 τῶν εὐσεβῶς τὸν θεὸν δοξαζόντων εὐθηνουμένης. πρὸς τοῦτο καλῶς ἔχειν οἶμαι σκοπεῖν <τὸν> τὰ καλὰ τῇ ἐκκλησίᾳ βουλόμενον, ὅπως ἂν ὁ ἀναδεικνύμενος εἰς προστασίαν 17.10 ἐπιτηδείως ἔχοι. γένος δὲ καὶ πλοῦτον καὶ κοσμικὴν περιφάνειαν ζητεῖν ἐν τοῖς ἐπισκοπικοῖς κατορθώμασιν ὁ ἀποστολικὸς οὐκ