1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

26

δομήσεως ἔχων ἀλλ' 20.9 ἔτι τῷ ὀρόφῳ λειπόμενος, λάμπων δὲ ὅμως· κατ' εὐθὺ δὲ ἦν τῆς ὁδοῦ τὰ τῆς οἰκήσεως κάλλη, ἄλλο πρὸς ἄλλο τι τῶν κατὰ τρυφὴν ἐπινενοημένων μεμερισμένα, πύργων προβολαὶ καὶ συμποσίων παρασκευαὶ ἐν εὐρυχώροις τε καὶ ὑψορόφοις πλατάνων στίχοις πρὸ τῶν θυρῶν στεφανοῦντες τὴν εἴσο20.10 δον, εἶτα περὶ τοὺς οἴκους οἱ Φαιάκιοι κῆποι. μᾶλλον δὲ μὴ ὑβριζέσθω τῇ πρὸς ἐκεῖνα συγκρίσει τὰ Οὐανώτων κάλλη· οὐκ εἶδεν Ὅμηρος τὴν ἐνταῦθα μηλέαν τὴν ἀγλαόκαρπον πρὸς τὴν τοῦ ἰδίου ἄνθους χροιὰν τῷ ὑπερβάλλοντι τῆς εὐχροίας ἐπανιοῦσαν, οὐκ εἶδε τὴν ὄγχνην λευ20.11 κοτέραν τοῦ νεοξέστου ἐλέφαντος. τί δ' ἄν τις εἴποι τῆς Περσικῆς ὀπώρας τὸ ποικίλον τε καὶ πολυειδὲς καὶ ἐξ ἑτερογενῶν συμμεμιγμένον καὶ σύνθετον; ὥσπερ γὰρ οἱ τοὺς τραγελάφους καὶ ἱπποκενταύρους καὶ τὰ τοιαῦτα μιγνύντες ἐκ διαφόρων καὶ τὴν φύσιν παρασοφιζόμενοι γράφουσιν, οὕτω καὶ ἐπὶ τῆς ὀπώρας ταύτης τὸ μὲν πρὸς ἀμυγδαλῆν, τὸ δὲ πρὸς κάρυον, ἕτερον δὲ πρὸς τὸ δωράκινον κατά τε τὸ ὄνομα καὶ τὴν γεῦσιν μεμιγμένον τυραννηθεῖσα παρὰ τῆς τέχνης ἡ φύσις ἐποίησε· καὶ ἐπὶ πᾶσι τούτοις τὸ ἐφ' ἑκάστῳ πλῆθος ὑπὲρ τὸ κάλλος ἐδεί20.12 κνυτο. ἀλλὰ καὶ τὴν ἐν τῇ φυτείᾳ διάθεσιν καὶ τὴν εὔρυθμον ζωγραφίαν ἐκείνην (ἀληθῶς γὰρ γραφέως μᾶλλον ἢ γεωπόνου τὸ θαῦμα, οὕτω τῇ ἐπιθυμίᾳ τῶν ταῦτα διατιθέντων ἡ φύσις εὐκόλως ἐπηκολούθησεν) οὐκ οἶμαι 20.13 δυνατὸν εἶναι διὰ λόγων ἐνδείξασθαι. τὴν δὲ ὑπὸ τὰς ἀναδενδράδας ὁδὸν καὶ τὴν γλυκεῖαν ἐκείνην ἐκ τῶν βοτρύων σκιὰν καὶ τὴν καινὴν ἐκ πλαγίων τειχοποιΐαν, ῥόδων ὅρπηξι καὶ κληματίσιν ἀμπέλων ἀλλήλαις συνδιαπλεκομένων καὶ ἀντὶ τοίχων διατειχιζόντων τὴν ἐπὶ τὰ πλάγια πάροδον, τήν τε κατὰ τὸ ἄκρον τοῦ τοιούτου δρόμου κολυμβήθραν τοῦ ὕδατος καὶ τοὺς ἐν αὐτῷ τρεφομένους ἰχθύας 20.14 τίς ἂν ἐνδείξαιτο πρὸς ἀξίαν τῷ λόγῳ; ἐν γὰρ τούτοις πᾶσι μετά τινος ἐλευθερίου φιλοφροσύνης οἱ τὴν οἰκίαν ἐπιτροπεύοντες τῆς εὐγενείας σου κατὰ σπουδὴν περιηγοῦντο, καὶ ὑπεδείκνυον τὰ καθ' ἕκαστον τῶν σοι πεπονημένων, ἐπιδεικνύμενοι ὡς ἂν αὐτῷ σοι δι' ἡμῶν χαριζό20.15 μενοι. ἔνθα καί τις τῶν νεανίσκων, καθάπερ τις θαυματοποιός, ἐπεδείξατο ἡμῖν θέαμα μὴ λίαν ἐπιχωριάζον τῇ φύσει· καταβὰς γὰρ ἐπὶ τὸ βάθος, κατ' ἐξουσίαν ἀνῃρεῖτο τῶν ἰχθύων τοὺς κατὰ γνώμην, κἀκεῖνοι πρὸς τὴν ἐπαφὴν τοῦ ἁλιέως οὐκ ἐξενίζοντο, οἷόν τινες χειροήθεις σκύλακες 20.16 τιθασοὶ ὄντες τῇ χειρὶ τοῦ τεχνίτου καὶ ὑποχείριοι. εἶτά με παρῆγον ἐπί τινα οἶκον, δῆθεν ὡς ἀναπαυσόμενον· οἶκον γὰρ ἐνεδείκνυτο ἡμῖν ἡ εἴσοδος, ἀλλ' ἐντὸς τῆς θύρας γενομένους ἡμᾶς οὐχὶ οἶκος ἀλλὰ στοὰ διεδέξατο· ἡ δὲ στοὰ μετέωρος ἦν λίμνῃ βαθείᾳ ἐκ πολλοῦ τοῦ ὕψους ἐπῃωρημένη. προσεκλύζετο δὲ τῷ ὕδατι ἡ κρηπὶς ἡ τὴν στοὰν ἀνέχουσα τριγώνῳ τῷ σχήματι, οἷόν τι προπύλαιον 20.17 τῆς ἔνδον τρυφῆς. κατ' εὐθεῖαν γὰρ ἐπὶ τὰ ἐντὸς οἶκός τις τὴν τοῦ τριγώνου προβολὴν διεδέχετο ὑψηλὸς τὸν ὄροφον, πανταχόθεν ταῖς τοῦ ἡλίου ἀκτῖσι περιλαμπόμενος, γραφαῖς ποικίλαις διηνθισμένος· ὥστε ἡμᾶς περὶ τὸν τόπον τοῦτον λήθην μικροῦ δεῖν τῶν προλαβόντων 20.18 ποιήσασθαι· ὁ οἶκος πρὸς ἑαυτὸν ἐπεσπάσατο, ἡ στοὰ πάλιν <ἡ> ἐπὶ λίμνῃ ἴδιόν τι θέαμα ἦν· οἱ γὰρ βέλτιστοι ἰχθύες, ὥσπερ ἐξεπίτηδες τοὺς χερσαίους ἡμᾶς διαπαίζοντες, ἐκ τῶν βυθῶν ἐπὶ τὴν ἐπιφάνειαν ἀνενήχοντο, οἷόν τινες πτηνοὶ καὶ αὐτοῦ τοῦ ἀέρος κατασκιρτῶντες· ἡμιφανεῖς γὰρ γινόμενοι καὶ διακυβιστῶντες τὸν ἀέρα, 20.19 πάλιν εἰς τὸν βυθὸν κατεδύοντο. ἄλλοι δὲ κατ' ἀγέλας στοιχηδὸν ἀλλήλοις ἑπόμενοι θέαμα τοῖς ἀήθεσιν ἦσαν· ἦν δὲ ἰδεῖν ἑτέρωθι ἄλλην ἰχθύων ἀγέλην βοτρυδὸν περὶ τρύφος ἄρτου πεπυκνωμένους καὶ ἄλλον ὑπ' ἄλλου παρωθουμένους καὶ ἕτερον ἐφαλλόμενον καὶ ἄλλον ὑποδυό20.20 μενον. ἀλλὰ καὶ τούτων ἐποίει λήθην ἐν κληματίσι καὶ ταλάροις ὁ βότρυς ἡμῖν εἰσκομιζόμενος καὶ ἡ ποικίλη τῆς ὀπώρας φιλοτιμία καὶ ἡ τοῦ ἀρίστου παρασκευὴ καὶ τὰ ποικίλα ὄψα καὶ καρυκεῖαι καὶ πέμματα καὶ φιλοτησίαι καὶ κύλικες. 20.21 Ἐπεὶ οὖν ἤδη μετὰ τὸν κόρον πρὸς ὕπνον κατεφερόμην,