1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

27

παραστησάμενος τὸν ὑπογράφοντα, ταύτην σου τῇ λογιότητι καθάπερ ἐνύπνιον τὴν ἐπιστολὴν ἀπελήρησα· εὔχομαι δὲ μὴ διὰ χάρτου καὶ μέλανος, ἀλλὰ δι' αὐτῆς τῆς ἐμαυτοῦ φωνῆς τε καὶ γλώττης τὰ παρὰ σοὶ καλά σοί τε αὐτῷ καὶ τοῖς ἀγαπῶσί σε διὰ παντὸς διηγεῖσθαι.

21.τ Ἀβλαβίῳ [ἐπισκόπῳ]

21.1 Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη· ὅταν τῆς μιᾶς ἐγκρατεῖς

γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται, τότε μύρῳ τὰς πτέρυγας αὐτῆς ὑποχρίσαντες ἐῶσι συναγελασθῆναι ταῖς ἔξωθεν· ἡ δὲ τοῦ μύρου τῇ εὐωδίᾳ τὴν αὐτόνομον ταύτην ἀγέλην τιθασὸν ποιεῖται τῷ προεμένῳ· πρὸς γὰρ τὰς εὐπνοούσας καὶ αἱ λοιπαὶ συνεφέπονταί τε 21.2 καὶ εἰσοικίζονται. τί δὲ βουλόμενος ἐντεῦθεν προοιμιάζομαι; ὅτι τὸν υἱὸν Βασίλειον τόν ποτε ∆ιογένην τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτῷ συναναπτῆναι καὶ καταλαβεῖν τὴν καλιάν, ἣν παρ' ἡμῖν ὁ 21.3 προειρημένος ἐπήξατο. εἰ ταῦτα γένοιτο καὶ ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν εὐγένειαν πρὸς τὸν ὑψηλότερον βίον μεταθεμένην, τὴν χρεωστουμένην παρ' ἐμοῦ τῷ θεῷ εὐχαριστίαν <ἂν> ἀποπληρώσαιμι.

22.τ Τοῖς ἐπισκόποισ

22.1 Τρεῖς ἦσαν ἡμέραι αἱ τὸν προφήτην ἐν τῷ κήτει κατέχουσαι, ἀλλ' ὅμως ὁ

Ἰωνᾶς ἠκηδίασεν· ἐγὼ δὲ τοσοῦτον χρόνον ἔχω ἐν τοῖς ἀμετανοήτοις Νινευΐταις, ἐν τοῖς σπλάγχνοις τοῦ θηρίου κρατούμενος, καὶ οὔπω ἐξεμηθῆναι 22.2 τῆς ἀχανοῦς ταύτης φάρυγγος ἠδυνήθην. εὔξασθε οὖν τῷ κυρίῳ τελειωθῆναι τὴν χάριν, ἵνα ἔλθῃ τὸ πρόσταγμα τὸ τῆς συνοχῆς ταύτης ῥυόμενον καὶ καταλάβω τὴν ἐμαυτοῦ σκηνὴν καὶ ὑπ' αὐτὴν ἀναπαύσωμαι.

23.τ Ἀνεπίγραφοσ

23.1 Φείδομαι πολλῶν λόγων, ἐπειδὴ φείδομαι τῶν σῶν καμάτων.

ὑπομνήσθητι τῶν σεαυτοῦ, καὶ πάντα ἕξει τῷ Φαιδίμῳ καλῶς. τάχους χρεία τῇ χάριτι· μέχρι τούτου ἡμῶν ἡ παράκλησις.

24.τ Ἡρακλειανῷ αἱρετικῷ

24.1 Ὁ τῆς ὑγιαινούσης πίστεως λόγος τοῖς εὐγνωμόνως τὰς θεοπνεύστους

φωνὰς παραδεχομένοις ἐν τῇ ἁπλότητι τὴν ἰσχὺν ἔχει καὶ οὐδεμιᾶς λόγου περινοίας εἰς παράστασιν τῆς ἀληθείας προσδεῖται, αὐτόθεν ὢν ληπτὸς καὶ σαφὴς ἐκ τῆς πρώτης παραδόσεως, ἣν ἐκ τῆς τοῦ κυρίου φωνῆς παρελάβομεν ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας τὸ τῆς σωτηρίας μυστήριον παραδόντος· Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· 24.2 διαιρῶν γὰρ εἰς δύο τὴν τῶν Χριστιανῶν πολιτείαν, εἴς τε τὸ ἠθικὸν μέρος καὶ εἰς τὴν <τῶν> δογμάτων ἀκρίβειαν, τὸ μὲν σωτήριον δόγμα ἐν τῇ τοῦ βαπτίσματος παραδόσει κατησφαλίσατο, τὸν δὲ βίον ἡμῶν διὰ τῆς τηρήσεως τῶν ἐντο24.3 λῶν αὐτοῦ κατορθοῦσθαι κελεύει. ἀλλὰ τὸ μὲν κατὰ τὰς ἐντολὰς μέρος, ὡς μικροτέραν φέρον τῇ ψυχῇ τὴν ζημίαν, ἠφείθη παρὰ τοῦ διαβόλου ἀπαρεγχείρητον· ἐπὶ δὲ τοῦ κυριωτέρου καὶ μείζονος ἡ πᾶσα γέγονε τοῦ ἀντικειμένου σπουδή, τοῦ