1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

5

μεγίστης φυλακῆς, ὡς μηδενὶ τῶν καταβλαπτόντων ὁ κατὰ θεὸν προῃρημένος ζῆν περιπείροιτο.

2.5 τί οὖν ἐστιν ἐν τούτοις τὸ βλάπτον; ἡ σεμνὴ πολιτεία πᾶσι πρόκειται καὶ ἀνδράσι καὶ γυναιξίν· ἴδιον δὲ τοῦ κατὰ φιλοσοφίαν βίου ἡ εὐσχημοσύνη, αὕτη δὲ ἐν τῷ ἀμίκτῳ καὶ ἰδιάζοντι [βίῳ] τῆς ζωῆς κατορθοῦται, ὡς ἀνεπίμικτον καὶ ἀσύγχυτον εἶναι τὴν φύσιν, μήτε τῶν γυναι κῶν ἐν ἀνδράσι μήτε τῶν ἀνδρῶν ἐν γυναιξὶ πρὸς τὰ παρα 2.6 τετηρημένα τῆς ἀσχημοσύνης ὁρμώντων. ἀλλ' ἡ τῆς ὁδοι πορίας ἀνάγκη ἀναιρεῖ τὴν ἐν τούτοις ἀκρίβειαν καὶ πρὸς ἀδιαφορίαν τῶν παρατετηρημένων ἄγει· ἀμήχανον γὰρ γυ ναικὶ τοσαύτην ὁδὸν διαδραμεῖν, εἰ μὴ τὸν διασῴζοντα ἔχοι καὶ διὰ τὴν φυσικὴν ἀσθένειαν ἀναγομένη ἐπὶ τὸ ὑποζύγιον κἀκεῖθεν καταγομένη καὶ ἐν ταῖς δυσχερείαις παρακρατουμένη. ὅπερ δ' ἂν ὑποθώμεθα, εἴτε γνώριμον ἔχει τὸν τὴν θεραπείαν ἀποπληροῦντα εἴτε μισθωτὸν τὸν τὴν διακονίαν παρεχόμενον, καθ' ἑκάτερον μέρος οὐ δια φεύγει τὴν μέμψιν τὸ γινόμενον· οὔτε γὰρ τῷ ξένῳ ἑαυ τὴν προσαναπαύουσα οὔτε τῷ ἰδίῳ τὸν τῆς σωφροσύνης 2.7 φυλάττει νόμον. τῶν δὲ κατὰ τοὺς ἀνατολικοὺς τόπους πανδοχείων καὶ καταλυμάτων καὶ πόλεων πολλὴν τὴν ἄδειαν καὶ πρὸς τὸ κακὸν τὴν ἀδιαφορίαν ἐχόντων, πῶς ἔσται δυνατὸν τὸν διὰ καπνοῦ παριόντα μὴ δριμυχθῆναι τὰς ὄψεις, ὅπου μολύνεται μὲν ἀκοή, μολύνεται δὲ ὀφθαλ μός, μολύνεται δὲ καρδία δι' ὀφθαλμῶν καὶ ἀκοῆς δεχο μένη τὰ ἄτοπα; πῶς ἔσται δυνατὸν ἀπαθῶς παρελθεῖν 2.8 τοὺς ἐμπαθεῖς τόπους; τί δὲ καὶ πλέον ἕξει ὁ ἐν τοῖς τόποις ἐκείνοις γενόμενος, ὡς μέχρι τοῦ νῦν σωματικῶς τοῦ κυρίου ἐν ἐκείνοις τοῖς τόποις διάγοντος ἡμῶν δὲ ἀποφοιτῶντος, ἢ ὡς τοῦ ἁγίου πνεύματος παρὰ τοῖς Ἱεροσολυμίταις πλεονάζοντος πρὸς δὲ ἡμᾶς διαβῆναι ἀδυ 2.9 νατοῦντος; καὶ μὴν εἰ ἔστιν ἐκ τῶν φαινομένων θεοῦ παρ ουσίαν τεκμήρασθαι, μᾶλλον ἄν τις ἐν τῷ ἔθνει τῶν Καπ παδοκῶν τὸν θεὸν διαιτᾶσθαι νομίσειεν ἤπερ ἐν τοῖς ἔξω τόποις· ὅσα γάρ ἐστιν ἐν τούτοις θυσιαστήρια, δι' ὧν τὸ ὄνομα τοῦ κυρίου δοξάζεται, οὐκ ἄν τις τὰ πάσης σχεδὸν 2.10 τῆς οἰκουμένης ἐξαριθμήσαιτο [θυσιαστήρια]. ἔπειτα καὶ εἰ ἦν πλείων ἡ χάρις ἐν τοῖς κατὰ Ἱεροσόλυμα τόποις, οὐκ ἂν ἐπεχωρίαζε τοῖς ἐκεῖ ζῶσιν ἡ ἁμαρτία· νῦν μέντοι οὐκ ἔστιν ἀκαθαρσίας εἶδος ὃ μὴ τολμᾶται παρ' αὐτοῖς, καὶ πορνεῖαι καὶ μοιχεῖαι καὶ κλοπαὶ καὶ εἰδωλολατρεῖαι καὶ φαρμακεῖαι καὶ φθόνοι καὶ φόνοι· καὶ μάλιστά γε τὸ τοιοῦτον ἐπιχωριάζει κακόν, ὥστε μηδαμοῦ τοιαύτην ἑτοι μότητα εἶναι πρὸς τὸ φονεύειν ὅσην ἐν τοῖς τόποις ἐκεί νοις, θηρίων δίκην τῷ αἵματι τῶν ὁμοφύλων ἐπιτρεχόντων ἀλλήλοις ψυχροῦ κέρδους χάριν. ὅπου τοίνυν ταῦτα γίνεται, ποίαν ἀπόδειξιν ἔχει τὸ πλείονα χάριν εἶναι ἐν τοῖς τόποις ἐκείνοις;

2.11 Ἀλλ' οἶδα τὸ ἀντιλεγόμενον τῶν πολλῶν πρὸς τὰ παρ' ἐμοῦ εἰρημένα· λέγουσι γάρ· "1∆ιὰ τί ταῦτα καὶ ἐπὶ σεαυ τὸν οὐκ ἐνομοθέτησας; εἰ γὰρ μηδὲν ἦν κέρδος τῷ κατὰ θεὸν ἐκδημήσαντι ἀντὶ τοῦ γενέσθαι ἐκεῖ, ὑπὲρ τίνος μάτην 2.12 ὑπέστης τὴν τοσαύτην ὁδόν;"2 ἀκουσάτωσαν οὖν τῆς ὑπὲρ τούτων παρ' ἐμοῦ ἀπολογίας. ἐμοὶ διὰ τὴν ἀνάγκην ταύ την, ἐν ᾗ ζῆν ἐτάχθην παρὰ τοῦ οἰκονομοῦντος ἡμῶν τὴν ζωήν, ἐγένετο <πρόσταγμα> τῆς ἁγίας συνόδου, διορθώσεως ἕνεκεν τῆς κατὰ τὴν Ἀραβίαν ἐκκλησίας, μέχρι τῶν τόπων γενέσθαι· καὶ ἐπειδὴ ὅμορός ἐστιν ἡ Ἀραβία τοῖς κατὰ Ἱεροσόλυμα τόποις, ὑπεσχόμην ὡς καὶ συσκεψόμενος τοῖς προεστῶσι τῶν ἐν Ἱεροσολύμοις ἁγίων ἐκκλησιῶν διὰ τὸ εἶναι αὐτῶν ἐν ταραχῇ τὰ πράγματα καὶ χρῄζειν τοῦ 2.13 μεσιτεύοντος. ἔπειτα δὲ καὶ τοῦ εὐσεβεστάτου βασιλέως παρασχομένου τὴν εὐκολίαν τῆς ὁδοῦ διὰ δημοσίου ὀχή ματος, οὐδεμία ἡμῖν ἀνάγκη ἐγένετο ταῦτα πάσχειν ἃ καὶ ἐπὶ τῶν ἄλλων κατενοήσαμεν· τὸ γὰρ ὄχημα ἡμῖν ἀντὶ ἐκκλησίας καὶ μοναστηρίου ἦν, διὰ πάσης τῆς ὁδοῦ συμψαλλόντων 2.14 πάντων καὶ συννηστευόντων τῷ κυρίῳ. τὸ οὖν ἡμέτερον μηδένα σκανδαλιζέτω, μᾶλλον δὲ πιθανὴ γενέσθω ἡ συμβουλία ἡμῶν, ὅτι περὶ ὧν τὼ ὀφθαλμὼ ὑπεβάλομεν, 2.15 περὶ τούτων καὶ συμβουλεύομεν. ἡμεῖς γὰρ