1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

18

15.1 Καὶ τῶν ἄλλων ἁπάντων μικροῦ δεῖν, ὅσα ποιεῖ τοὺς κεκτημένους

εὐδαίμονας, πένητες οἱ Καππαδόκαι ἡμεῖς, 15.2 πλέον δὲ πάντων πένητες τῶν γράφειν δυναμένων. τοῦτό τοι καὶ τῆς πολλῆς τοῦ λόγου βραδυτῆτος αἴτιον· πρὸ πλείονος γάρ μοι χρόνου πεπονημένης τῆς πρὸς τὴν αἵρε σιν ἀντιρρήσεως, ὁ μεταγράφων οὐκ ἦν, καὶ τῶν ὑπογραφέων ἡ ἀπορία ῥᾳθυμίας ἡμῖν κατὰ τὸ εἰκὸς ἢ τῆς περὶ 15.3 τὸν λόγον ἀσθενείας προσετρίψατο ἂν ὑπόνοιαν. ἀλλ' ἐπειδὴ νῦν γοῦν κατὰ θεοῦ χάριν ὅ τε γράφων καὶ ὁ δοκιμάζων τὰ γεγραμμένα εὑρέθησαν, ἀπέσταλκα ὑμῖν οὐ, καθώς φησιν ὁ Ἰσοκράτης, δῶρον τὸν λόγον (οὐδὲ γάρ τι τοιοῦτον ἐν τούτῳ λογίζομαι, ὡς ἀντὶ κτήματος τῷ δεξομένῳ γενέσθαι), ἀλλ' ὡς ἂν γένοιτο ὑμῖν προτροπή, ὥστε σφριγῶντας τῇ ἀκμῇ τῆς νεότητος καταθαρσῆσαι τῆς πρὸς τοὺς ἐναντίους μάχης, ἐν τῇ τοῦ γέροντος προθυμίᾳ τὸ τῆς 15.4 νεότητος εὐθαρσὲς ἀνεγείροντας. εἰ δὲ φανείη τι τῶν ἐκ τοῦ λόγου καὶ τῆς ἀκοῆς τοῦ σοφιστοῦ ἄξια, δοκιμάσαντες μέρη τινά, τὰ πρὸ τῶν ἀγώνων μάλιστα, ὅσα τῆς ἐπιλεκτικῆς ἐστιν ἰδέας, ἀνενέγκατε· ἴσως δέ τινα καὶ τῶν δογματικῶν φανήσεται ὑμῖν οὐκ ἀχαρίστως ἡρμηνευμένα. ἅπερ δ' ἀναγινώσκοιτε, δῆλον ὅτι ὡς διδασκάλῳ καὶ διορθωτῇ ἀναγνώσεσθε.

16.τ Στρατηγίῳ

16.1 Οἷόν τι ποιοῦσιν οἱ τῇ σφαίρᾳ παίζοντες, ὅταν τριχῆ διαστάντες ἀντιπέμπωσιν ἀλλήλοις ἐν εὐστοχίᾳ τὴν βολὴν ἄλλος παρ' ἄλλου διαδεχόμενοι, διαπαίζουσι δὲ τὸν ἐν τῷ μέσῳ πρὸς αὐτὴν ἀναπηδῶντα, τῇ ἐσχηματισμένῃ τοῦ προσώπου ὁρμῇ καὶ τῇ ποιᾷ τῆς χειρὸς ἐνδείξει κατὰ τὸ δεξιὸν ἢ εὐώνυμον τὴν βολὴν προδείξαντες, ἐφ' ὅπερ <δ'> ἂν ἴδωσιν αὐτὸν ὁρμῶντα, κατὰ τὸ ἐναντίον ἀποπεμπόμενοι καὶ τὴν ἐλπίδα δι' ἀπάτης ἐψεύσαντο· τοιαῦτα κατώρθωται καὶ νῦν παρὰ τοῖς πολλοῖς ἡμῶν, οἳ τὸ σπουδάζειν ἀφέντες, ἐν εὐφυΐᾳ τοὺς ἀνθρώπους σφαιρίζομεν, ἀντὶ τῆς δεξιᾶς ἐλπίδος, ἣν προϊσχόμεθα, τῇ σκαιότητι τῶν γινομένων τὰς ψυχὰς τῶν ἐλπιζόντων 16.2 <ἐφ'> ἡμῖν παρακρουόμενοι. γράμματα καταλλακτήρια, φιλοφροσύναι, σύμβολα, δῶρα, ἀγαπητικαὶ διὰ γραμμάτων περιπλοκαί, ταῦτά ἐστι τῆς σφαίρας ἡ ἔνδειξις ἡ κατὰ τὸ δεξιὸν προδεικνυμένη· ἀλλ' ἀντὶ τῆς ἐλπισθείσης διὰ τούτων εὐφροσύνης κατηγορίαι, συσκευαί, διαβολαί, μέμψεις, ἐγκλήματα, μονομερῶν ἀποφάσεων ὑφαρπαγαί. μακάριοι τῶν ἐλπίδων ὑμεῖς οἱ διὰ τῶν τοιούτων τὴν πρὸς τὸν θεὸν παρρησίαν πραγ16.3 ματευόμενοι. ἀλλὰ παρακαλοῦμεν ὑμᾶς μὴ πρὸς τὰ ἡμέτερα βλέπειν, ἀλλὰ πρὸς τὴν δεσποτικὴν τοῦ εὐαγγελίου διδασκαλίαν (τίς γὰρ ἂν ἑτέρῳ τῶν ὀδυνῶν παραμυθία γένοιτο [ἂν ἄλλος] αὐτὸς ταῖς ὀδύναις ὑπερβαλλόμενος;), ὡς [δ'] ἂν τὴν ἰδίαν διέξοδον λάβῃ τὰ πράγματα, ὥς φησιν· Ἐμοὶ ἐκδίκησις, ἐγὼ 16.4 ἀνταποδώσω, λέγει κύριος. σὺ δέ μοι, ὦ ἄριστε, πράττειν σεαυτοῦ ἀξίως καὶ τῷ θεῷ ἐπελπίζειν καὶ μὴ ἐγκόπτεσθαι πρὸς τὸ καλός τε καὶ ἀγαθὸς εἶναι διὰ τὰ παρ' ἡμῶν ὑποδείγματα, ἐπιτρέπειν δὲ τῷ θεῷ τῷ δικαιοκρίτῃ τὴν συμφέρουσάν τε καὶ δικαίαν τῶν πραγμάτων ἀπόβασιν, ταύτῃ τε ἄγειν, 16.5 ὅπηπερ ἂν ἡ θεία κατευθύνῃ σοφία. πάντως οὐδὲ ὁ Ἰωσὴφ τῷ φθόνῳ τῶν ἀδελφῶν ἐδυσχέραινε, διότι τῶν ὁμογενῶν ἡ κακία ὁδὸς αὐτῷ πρὸς τὴν βασιλείαν ἐγένετο.

17.τ Τοῖς ἐν Νικομηδείᾳ πρεσβυτέροισ

17.1 Ὑμᾶς μὲν Ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ

πάντα ἐν σοφίᾳ πρὸς τὸ συμφέρον οἰκονομῶν, διὰ τῆς ἰδίας ἐπισκοπήσειε χάριτος καὶ παρακαλέσειεν, ἑαυτῷ ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον, καὶ ἔλθοι ἐφ' ὑμᾶς ἡ χάρις