14
ὑπὲρ ὧν ἥκει τῆς σῆς προστασίας δεόμενος. λέξει δὲ δι' ἑαυτοῦ τὰ πάντα· οὕτω γὰρ εὐπρεπέστερον ἢ τὰ καθ' ἕκαστον ἐμὲ διεξιέναι τῷ γράμματι.
9.τ Σταγειρίῳ
9.1 Τοιοῦτόν τι θέαμά φασιν ἐν τοῖς θεάτροις τοὺς θαυματοποιοῦντας
τεχνάζεσθαι· μῦθον ἐξ ἱστορίας ἤ τινα τῶν ἀρχαίων διηγημάτων ὑπόθεσιν τῆς θαυματοποιΐας λαβόντες ἔργῳ τοῖς θεαταῖς διηγοῦνται τὴν ἱστορίαν. διηγοῦνται δὲ οὕτως τὰ κατάλληλα τῶν ἱστορουμένων· ὑποδύντες σχήματά τε καὶ πρόσωπα καὶ πόλιν ἐκ παραπετασμάτων ἐπὶ τῆς ὀρχήστρας δι' ὁμοιότητός τινος σχηματίσαντες καὶ τὸν τέως ψιλὸν τόπον τῇ ἐναργεῖ μιμήσει τῶν πραγμάτων οἰκειώσαντες, θαῦμα τοῖς θεωμένοις γίνονται αὐτοί τε οἱ μιμηταὶ τῶν ἐν τῇ ἱστορίᾳ πραγμάτων καὶ τὰ παραπετά9.2 σματα, ἡ πόλις δή. τί οὖν μοι τὸ διήγημα βούλεται; ἐπειδὴ χρεία ἡμῖν τὴν μὴ οὖσαν πόλιν ὡς οὖσαν δεῖξαι τοῖς συνιοῦσι, παρακλήθητι γενέσθαι τῆς πόλεως ἡμῶν οἰκιστὴς αὐτοσχέδιος, αὐτῷ τῷ φανῆναι μόνον τὸ πόλιν εἶναι δοκεῖν 9.3 τὸν ἔρημον χῶρον παρασκευάσας. ἔστι δέ σοι καὶ ἡ ὁδὸς οὐ πολλὴ καὶ ἡ χάρις, ἣν δώσεις, σφόδρα πολλή· βουλόμεθα γὰρ σεμνοτέρους ἑαυτοὺς δεῖξαι τοῖς συνιοῦσιν, ἀντ' ἄλλου τινὸς κόσμου τῇ φαιδρότητι ὑμῶν καλλωπιζόμενοι.
10.τ Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆσ
10.1 Ποῖον τοιοῦτον ἄνθος ἐν ἔαρι, τίνες τοιαῦται τῶν ᾠδικῶν ὀρνίθων
φωναί, ποία λεπταῖς καὶ προσηνέσι ταῖς αὔραις καταγλυκαίνεται γαληνιάζουσα θάλασσα, τίς ἄρουρα τοῖς γεηπόνοις οὕτως ἡδεῖα, ἢ εὐθηνουμένη ληΐοις ἢ τοῖς καρποῖς ἤδη τῶν ἀσταχύων ὑποκυμαίνουσα, τίς ἐξ ἀμπέλου τοσαύτη χάρις, ὅτε κομῶσα διὰ τοῦ ἀέρος * καὶ τοῖς φύλλοις κατασκιάζει τὴν κάμακα, ὅσον τὸ πνευματικὸν ἔαρ ἐκ τῆς εἰρηνικῆς σου ἀκτῖνος διὰ τῆς ἐν τοῖς γράμμασι λαμπηδόνος τὴν ζωὴν ἡμῶν ἐκ κατηφείας ἐφαίδρυνεν; 10.2 οὕτω γὰρ ἡμῖν τάχα τὸ προφητικὸν ἁρμόζει, ὅτι Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ αἱ τοῦ θεοῦ παρακλήσεις διὰ τῆς σῆς ἀγαθότητος τὴν ψυχὴν ἡμῶν εὔφραναν, ἀκτίνων δίκην κεκακωμένην τῇ πάχνῃ τὴν ζωὴν ἡμῶν ἐπιθάλπουσαι· ἴση γάρ ἐστιν ἐν ἀμφοτέροις ἡ ἀκρότης, τῆς τε τραχύτητος λέγω τῶν λυπηρῶν καὶ τῆς 10.3 γλυκύτητος τῶν σῶν ἀγαθῶν. καὶ εἰ μόνον εὐαγγελισάμενος ἡμῖν τὴν παρουσίαν σου τοσοῦτον ἐφαίδρυνας, ὥστε πάντα ἡμῖν ἐκ τῆς ἐσχάτης ἀλγηδόνος εἰς φαιδρὰν μεταβληθῆναι κατάστασιν, τί ποτε ἄρα ποιήσει καὶ ὀφθεῖσα μόνον ἡ τιμία σου καὶ ἀγαθὴ παρουσία; πόσην δὲ δώσει ταῖς ψυχαῖς ἡμῶν παράκλησιν ἡ γλυκεῖά σου φωνὴ ταῖς 10.4 ἀκοαῖς ἐνηχήσασα; ἀλλὰ γένοιτο ταῦτα διὰ τάχους κατὰ θεοῦ συνεργίαν τοῦ διδόντος ὀλιγοψύχοις ἄνεσιν καὶ τοῖς συντετριμμένοις ἀνάπαυσιν. ἡμᾶς δὲ γίνωσκε, ἐὰν μὲν εἰς τὸ ἡμέτερον βλέψωμεν, περιαλγεῖν τοῖς παροῦσι καὶ δυσφοροῦντας μὴ παύεσθαι, ἐὰν δὲ πρὸς τὴν σὴν ἀπίδωμεν τιμιότητα, πολλὴν ὁμολογεῖν τῇ οἰκονομίᾳ τοῦ δεσπότου τὴν χάριν, ὅτι ἔξεστιν ἡμῖν ἐκ γειτόνων ἀπολαύειν τῆς γλυκείας σου καὶ ἀγαθῆς προαιρέσεως καὶ ἐμφορεῖσθαι κατ' ἐξουσίαν μέχρι κόρου τῆς τοιαύτης τροφῆς, εἰ δή τις κόρος τῶν τοιούτων ἐστίν.
11.τ Εὐπατρίῳ σχολαστικῷ
11.1 Ζητῶν τι προσφυὲς καὶ οἰκεῖον τῷ γράμματι δοῦναι προοίμιον, ἀπὸ μὲν
τῶν ἐμοὶ συνήθων, λέγω δὴ τῶν γραφικῶν ἀναγνωσμάτων, οὐκ εἶχον ὅτῳ καὶ χρήσομαι, οὐ τῷ μὴ εὑρίσκειν τὸ συμβαῖνον, ἀλλὰ τῷ περιττὸν κρίνειν πρὸς οὐκ