9
ἐστὶ ζωῆς, ὅθεν ἀρχόμεθα καὶ εἰς ὃ κατα λήγομεν, ἀναγκαίως ὁ πᾶσαν ἡμῶν τὴν ζωὴν θεραπεύων διὰ τῶν δύο ἄκρων ἡμᾶς περιπτύσσεται, καὶ τῆς ἀρχῆς ἡμῶν καὶ τοῦ τέλους περιδρασσόμενος, ἵνα ἐξ ἀμφοτέρων ὑψώσῃ 3.22 τὸν κείμενον. ὅπερ οὖν ἐπὶ τοῦ κατὰ τὸ τέλος μέρους κατα λαμβάνομεν, τοῦτο καὶ περὶ τῆς ἀρχῆς λογιζόμεθα. ὡς γὰρ ἐκεῖ τὸ μὲν σῶμα τῆς ψυχῆς διαζευχθῆναι κατ' οἰκονομίαν ἐποίησεν, ἡ δὲ ἀμέριστος θεότης, ἅπαξ ἀνακραθεῖσα τῷ ὑποκειμένῳ, οὔτε τοῦ σώματος οὔτε τῆς ψυχῆς ἀπεσπάσθη, ἀλλὰ διὰ μὲν τῆς ψυχῆς ἐν τῷ παραδείσῳ γίνεται ὁδοποιοῦσα διὰ τοῦ λῃστοῦ τοῖς ἀνθρώποις τὴν εἴσοδον, διὰ δὲ τοῦ σώ ματος ἐν τῇ καρδίᾳ τῆς γῆς ἀναιροῦσα τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ διὰ τοῦτο καὶ τὸ σῶμα κύριος λέγεται, διὰ τὴν ἐγκειμένην θεότητα· οὕτω καὶ ἐπὶ τῆς ἀρχῆς λογιζόμεθα ὅτι ὅλῃ τῇ φύσει ἡμῶν ἡ τοῦ ὑψίστου δύναμις διὰ τῆς ἐπε λεύσεως τοῦ ἁγίου πνεύματος ἐγκραθεῖσα, καὶ ἐν τῇ ψυχῇ ἡμῶν γίνεται, καθὸ εἰκὸς ἐν ψυχῇ γενέσθαι, καὶ τῷ σώματι καταμίγνυται, ὡς ἂν διὰ πάντων ὁλοτελὴς ἡμῖν ἡ σωτηρία γένηται, φυλασσομένης τῇ θεότητι καὶ ἐν τῇ ἀρχῇ τῆς ἀνθρω πίνης ζωῆς καὶ ἐν τῷ τέλει τῆς θεοπρεποῦς τε καὶ ὑψηλῆς ἀπα θείας. οὔτε γὰρ ἡ ἀρχὴ κατὰ τὴν ἡμετέραν ἀρχὴν οὔτε τὸ τέλος κατὰ τὸ ἡμέτερον τέλος, ἀλλ' ἔδειξε κἀκεῖ καὶ ὧδε τὴν θεϊκὴν ἐξουσίαν, μήτε τῆς ἀρχῆς ἐν ἡδονῇ μολυνθείσης μήτε τοῦ τέλους εἰς φθορὰν καταλήξαντος.
3.23 Εἰ οὖν ταῦτα βοῶμεν καὶ διαμαρτυρόμεθα, ὅτι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἀεὶ ἄτρεπτος ἀεὶ ἄφθαρτος, κἂν ἐν τῷ τρεπτῷ καὶ φθαρτῷ γένηται, οὐκ αὐτὸς μολυνό μενος ἀλλὰ τὸ μολυνθὲν καθαρίζων, τί ἀδικοῦμεν καὶ ὑπὲρ τίνος μισούμεθα; καὶ τί βούλεται ἡ τῶν καινῶν θυσιαστηρίων 3.24 ἀντεξαγωγή; μὴ ἄλλον Ἰησοῦν καταγγέλλομεν; μὴ ἕτερον ὑποδεικνύομεν; μὴ ἄλλας γραφὰς ἐκτιθέμεθα; μὴ τὴν ἁγίαν παρθένον τὴν θεοτόκον ἐτόλμησέ τις ἡμῶν καὶ ἀνθρωποτόκον εἰπεῖν, ὅπερ ἀκούομέν τινας ἐξ αὐτῶν ἀφειδῶς λέγειν; μὴ τρεῖς ἀναστάσεις μυθοποιοῦμεν; μὴ χιλίων ἐτῶν γαστριμαρ γίας ἐπαγγελλόμεθα; μὴ τὴν Ἰουδαϊκὴν ζῳοθυσίαν πάλιν ἐπαναληφθήσεσθαι λέγομεν; μὴ περὶ τὴν κάτω Ἱερουσαλὴμ τὰς ἐλπίδας τῶν ἀνθρώπων κλίνομεν, ἀνοικισμὸν αὐτῆς διὰ τῆς εὐφανεστέρας τῶν λίθων ὕλης ἀναπλάσσοντες; τί τοιοῦτον ἔχοντες ἐγκαλεῖσθαι φευκτοὶ ἐνομίσθημεν, καὶ ἄλλο παρά τινων ἀντεγείρεται ἡμῖν θυσιαστήριον ὡς ἡμῶν βεβη λούντων τὰ ἅγια; 3.25 Ὑπὲρ τούτων ἐν φλεγμονῇ καὶ λύπῃ τὴν καρδίαν ἔχων, ὁμοῦ τῷ ἐπιβῆναι τῆς μητροπόλεως ἀποκενῶσαι τῆς ψυχῆς τὴν πικρίαν διὰ τοῦ γράψαι πρὸς τὴν ἀγάπην ὑμῶν προεθυ μήθην. ὑμεῖς δὲ ἐφ' ὅπερ ἂν ὑμᾶς χειραγωγήσῃ τὸ πνεῦμα τὸ ἅγιον, ἐν ἐκείνῳ ἴτε, ὀπίσω τοῦ θεοῦ πορευόμεναι, σαρκὶ δὲ καὶ αἵματι μὴ προσανέχουσαι μηδὲ ἀφορμὴν παρασκευάζουσαί τισι καυχήματος, ἵνα μὴ ἐν ὑμῖν καυχήσωνται διὰ τοῦ ὑμετέ ρου βίου τῆς φιλοδοξίας αὐτῶν ἐπαυξανομένης. ἀλλὰ ἀναμνή 3.26 σθητε τῶν ἁγίων πατέρων, οἷς παρὰ τοῦ μακαρίου πατρὸς ὑμῶν ἐνεχειρίσθητε, ὧν καὶ ἡμεῖς κατὰ θεοῦ χάριν τὴν διαδοχὴν ἔχειν κατηξιώθημεν· καὶ μὴ μεταίρετε <τὰ> ὅρια, ἃ ἔθεντο οἱ πατέρες ὑμῶν, μηδὲ ἀτιμάζετε τὸν ἰδιωτισμὸν τοῦ ἁπλουστέρου κηρύγματος, μηδὲ ταῖς ποικίλαις διδαχαῖς τὸ πλέον νέμετε· ἀλλὰ στοιχεῖτε τῷ ἀρχαίῳ κανόνι τῆς πίστεως, καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. ἐρρωμένας ψυχῇ καὶ σώματι ὁ κύριος φυλάσσοι ὑμᾶς ἐν ἀφθαρσίᾳ, καθὼς εὐχόμεθα.
4.τ Εὐσεβίῳ
4.1 Ὅτε πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον κατὰ τὴν χειμέριον ὥραν
τοῦ ἡλίου πρὸς τὸν ἄνω δρόμον ἀναποδίζοντος, τὴν τοῦ ἀληθινοῦ φωτὸς θεοφάνειαν τοῦ διὰ σαρκὸς ἐπιλάμψαντος τῇ ἀνθρωπίνῃ ζωῇ ἑορτάζομεν· νυνὶ δὲ μεσουρανήσαντος ἤδη τοῦ φωστῆρος κατὰ τὸν κύκλον, ὡς νύκτα τε καὶ ἡμέραν πρὸς