1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

8

ὅτι δυνατός, ὅτι ἄτρεπτός τε καὶ ἀναλλοίωτος καὶ ἀεὶ ὁ αὐτός, οὔτε πρὸς τὸ χεῖρον οὔτε πρὸς τὸ βέλτιον τραπῆναι δυνάμενος· τὸ μὲν γὰρ οὐ πέφυκεν, τὸ δὲ οὐκ ἔχει· τί γὰρ <τοῦ> ὑψίστου 3.13 ὑψηλότερον; τί τοῦ ἀγαθοῦ ἀγαθώτερον; ὥστε ὁ ἐν πάσῃ τοῦ ἀγαθοῦ τελειότητι θεωρούμενος κατὰ πᾶν εἶδος τροπῆς τὸ ἀναλλοίωτον ἔχει, οὐ κατὰ καιρούς τινας τὸ τοιοῦτον ἐν ἑαυτῷ δεικνύς, ἀλλ' ἀεὶ ὡσαύτως ἔχων καὶ πρὸ τῆς κατὰ ἄνθρωπον οἰκονομίας καὶ ἐν ἐκείνῳ καὶ μετὰ τοῦτο, οὐδὲν τῆς ἀτρέπτου καὶ ἀναλλοιώτου φύσεως ἐν ταῖς ὑπὲρ ἡμῶν 3.14 ἐνεργείαις πρὸς τὸ ἀπεμφαῖνον μεθαρμοζομένης. τὸ γὰρ φύσει ἄφθαρτον καὶ ἀναλλοίωτον ἀεὶ τοιοῦτόν ἐστιν, οὐ συναλλοιού μενον τῇ ταπεινῇ φύσει ὅταν ἐν ἐκείνῃ κατ' οἰκονομίαν γένηται, κατὰ τὸ τοῦ ἡλίου ὑπόδειγμα, ὃς ὑποβαλὼν τὴν ἀκτῖνα τῷ ζόφῳ οὐ τὸ φῶς τῆς ἀκτῖνος ἠμαύρωσεν, ἀλλὰ τὸ σκότος διὰ τῆς ἀκτῖνος εἰς φῶς μετεποίησεν· οὕτως καὶ τὸ ἀληθινὸν φῶς ἐν τῇ σκοτίᾳ ἡμῶν λάμψαν οὐκ αὐτὸ ὑπὸ τοῦ σκότους 3.15 κατεσκιάσθη, ἀλλὰ δι' ἑαυτοῦ τὸν ζόφον ἐφώτισεν. ἐπειδὴ τοίνυν ἐν σκότῳ τὸ ἀνθρώπινον ἦν, καθὼς γέγραπται ὅτι Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, ὁ ἐλ λάμψας τῇ ἐσκοτισμένῃ φύσει, διὰ παντὸς τοῦ συγκρίματος ἡμῶν τῆς θεότητος τὴν ἀκτῖνα διαγαγών, διὰ ψυχῆς λέγω καὶ σώματος, ὅλον τὸ ἀνθρώπινον τῷ ἰδίῳ φωτὶ προσῳ κείωσε, τῇ πρὸς ἑαυτὸν ἀνακράσει ὅπερ ἐστὶν αὐτός, κἀκεῖνο ἀπεργασάμενος· καὶ ὡς οὐκ ἐφθάρη ἡ θεότης ἐν τῷ φθαρτῷ σώματι γενομένη, οὕτως οὐδὲ εἰς τροπὴν ἠλλοιώθη τὸ τρε πτὸν τῆς ψυχῆς ἡμῶν ἰασαμένη· καὶ γὰρ καὶ ἐπὶ τῆς ἰατρι κῆς τέχνης ὁ θεραπεύων τὰ σώματα, ἐπειδὰν ἅψηται τοῦ πεπονθότος, οὐκ αὐτὸς ἐμπαθὴς γίνεται ἀλλὰ τὸ νοσοῦν 3.16 ἐξιάσατο· μηδεὶς δὲ διὰ τοῦτο τὸ τοῦ εὐαγγελίου μὴ δεόν τως ἐκλαμβάνων ἡγείσθω κατὰ προκοπήν τινα καὶ ἀκο λουθίαν κατ' ὀλίγον πρὸς τὸ θειότερον μεταποιεῖσθαι τὴν ἡμετέραν φύσιν ἐν τῷ Χριστῷ· τὸ γὰρ Προκόπτειν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι εἰς ἀπόδειξιν τοῦ ἀληθῶς ἐν τῷ ἡμε τέρῳ φυράματι γεγενῆσθαι τὸν κύριον παρὰ τῆς γραφῆς ἱστόρηται, ὡς ἂν μή τινα χώραν ἔχοι <τὸ> τῶν ἀντὶ τῆς ἀλη θοῦς θεοφανείας δόκησίν τινα γεγενῆσθαι δογματιζόντων ἐν 3.17 σωματικῇ μορφῇ κατεσχηματισμένην. διὰ τοῦτο ὅσα τῆς φύσεως ἡμῶν ἴδια, ἀνεπαισχύντως καὶ περὶ αὐτὸν ἱστορεῖ ἡ γραφή, τὴν βρῶσιν τὴν πόσιν τὸν ὕπνον τὸν κόπον τὴν τροφὴν τὴν προκοπὴν τῆς σωματικῆς ἡλικίας τὴν αὔξησιν, πάντα δι' ὧν ἡ ἡμετέρα χαρακτηρίζεται φύσις, πλὴν τῆς κατὰ ἁμαρτίαν ὁρμῆς· ἡ γὰρ ἁμαρτία ἀπότευγμα φύσεώς ἐστιν, οὐκ ἰδίωμα, ὡς καὶ ἡ νόσος καὶ ἡ πήρωσις οὐκ ἐξ ἀρχῆς ἡμῖν συμπέφυκεν, ἀλλὰ παρὰ φύσιν συμβαίνει· οὕτως καὶ ἡ κατὰ κακίαν ἐνέργεια καθάπερ τις πήρωσις τοῦ ἐμπεφυκότος ἡμῖν ἀγαθοῦ νοεῖται, οὐκ ἐν τῷ αὐτὴν ὑφεστάναι καταλαμβα 3.18 νομένη, ἀλλ' ἐν τῇ τοῦ ἀγαθοῦ ἀπουσίᾳ θεωρουμένη. ὁ οὖν τὴν φύσιν ἡμῶν πρὸς τὴν θείαν δύναμιν μεταστοιχειώσας ἄπηρον αὐτὴν καὶ ἄνοσον ἐν ἑαυτῷ διεσώσατο, τὴν ἐξ ἁμαρτίας γινομένην τῇ προαιρέσει πήρωσιν οὐ προσδεξά μενος· Ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη 3.19 δόλος ἐν τῷ στόματι αὐτοῦ. τοῦτο δὲ οὐ μετά τι χρονικὸν διάστημα περὶ αὐτὸν θεωροῦμεν, ἀλλ' εὐθὺς ὁ ἐν Μαρίᾳ ἄνθρωπος, ἐν ᾧ ᾠκοδόμησεν ἡ σοφία τὸν ἴδιον οἶκον, τῇ μὲν ἑαυτοῦ φύσει ἐκ τοῦ ἐμπαθοῦς φυράματος ἦν, ὁμοῦ δὲ τῇ ἐπελεύσει τοῦ ἁγίου πνεύματος καὶ τῇ ἐπισκηνώσει τῆς τοῦ ὑψίστου δυνάμεως, ὅπερ τὸ ἐπισκηνῶσαν ἦν φύσει τῇ ἰδίᾳ, εὐθὺς ἐκεῖνο ἐγένετο· Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ 3.20 ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἐπεὶ οὖν ἄπειρόν τί ἐστι καὶ ἀμέτρητον ἡ τῆς θεότητος δύναμις, βραχὺ δὲ καὶ οὐτιδανὸν τὸ ἀνθρώπινον, ἅμα τε ἐπῆλθε τὸ πνεῦμα τῇ παρθένῳ καὶ ἡ τοῦ ὑψίστου ἐπεσκίασε δύναμις, τὸ διὰ τῆς τοιαύτης ἀφορμῆς πηγνύμενον σκήνωμα οὐδὲν τῆς ἀνθρωπίνης σαπρίας συνεπεσπάσατο· ἀλλ' ὅπερ ἦν ἐν τῷ συστήματι, εἰ καὶ ἄνθρωπος, ἦν, πλὴν ἀλλὰ καὶ πνεῦμα καὶ χάρις καὶ δύναμις ἦν, ἐν τῇ ὑπερβολῇ τῆς θείας δυνάμεως τῆς κατὰ τὴν 3.21 φύσιν ἡμῶν ἰδιότητος ἐκλαμπούσης. καὶ ἐπειδὴ δύο πέρατα τῆς ἀνθρωπίνης