12
ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων πηγάζουσα, διὰ δὲ τοῦ 5.7 υἱοῦ προϊοῦσα, ἐν δὲ τῷ ἁγίῳ πνεύματι ἐνεργουμένη. ταύ την οὖν ἔχοντες τὴν πληροφορίαν βαπτιζόμεθα μὲν ὡς προσετάχθημεν, πιστεύομεν δὲ ὡς βαπτιζόμεθα, δοξά ζομεν δὲ ὡς πιστεύομεν, ὥστε ὁμοφώνως τὸ βάπτισμα καὶ τὴν πίστιν καὶ τὴν δόξαν εἰς πατέρα εἶναι καὶ υἱὸν καὶ 5.8 πνεῦμα ἅγιον. εἰ δέ τις δύο ἢ τρεῖς θεοὺς ἢ τρεῖς θεότητας λέγει, ἀνάθεμα ἔστω· καὶ εἴ τις κατὰ τὴν Ἀρείου διαστροφὴν ἐκ μὴ ὄντων λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι, 5.9 ἀνάθεμα ἔστω. ὅσοι δὲ τῷ κανόνι τῆς ἀληθείας στοιχήσουσι καὶ τὰς τρεῖς ὁμολογοῦσιν ὑποστάσεις εὐσεβῶς ἐν τοῖς ἑαυτῶν ἰδιώμασι γνωριζομένας καὶ μίαν πιστεύουσιν εἶναι θεότητα μίαν ἀγαθότητα μίαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύ ναμιν, καὶ οὔτε τὸ τῆς μοναρχίας ἀθετοῦσι κράτος οὔτε εἰς πολυθεΐαν ἐκπίπτουσιν οὔτε τὰς ὑποστάσεις συγχέουσιν οὔτε ἐξ ἑτερογενῶν καὶ ἀνομοίων τὴν ἁγίαν τριάδα συντί θενται, ἀλλ' ἐν ἁπλότητι δέχονται τὸ τῆς πίστεως δόγμα πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι καταπιστεύοντες, οὗτοι κατὰ τὴν ἡμε τέραν κρίσιν τὰ αὐτὰ φρονοῦσι μεθ' ὧν καὶ ἡμεῖς ἔχειν ἐν κυρίῳ μέρος εὐχόμεθα.
Ἀβλαβίῳ ἐπισκόπῳ
6.1 ∆ιέσωσεν ἡμᾶς ὁ κύριος, ὡς εἰκὸς ἦν ὑπὸ τῶν σῶν προπεμφθέντας εὐχῶν,
καί σοι τεκμήριον τῆς εὐμενείας 6.2 τοῦ θεοῦ σαφὲς διηγήσομαι. ὡς γὰρ ἤδη Κηλόσινα τὸ χωρίον κατόπιν ἑαυτῶν κατελίπομεν, ἀθρόον ἐγένετο νεφῶν συστροφὴ καὶ εἰς βαθὺν ζόφον ὁ ἀὴρ ἐξ αἰθρίας μετέπεσεν. ψυχρὰ δέ τις αὔρα τῶν νεφῶν διαπνέουσα, δροσώδης τε καὶ ὑγροτάτη τοῖς σώμασιν ἡμῶν προσπίπτουσα, ὅσον οὐδέπω τὸν ὑετὸν ἠπείλει, καὶ κατὰ τὸ εὐώνυμον βρονταὶ συνεχεῖς ὑπερρήγνυντο, καὶ ἀστραπαὶ ὀξεῖαί τε καὶ ἐπάλληλοι τῶν βροντῶν προηγοῦντο, τά τε ὄρη πάντα πρόσω τε καὶ ὀπίσω καὶ καθ' ἑκάτερα τῶν πλαγίων κατη6.3 ρεφῆ τοῖς νέφεσιν ἦν. καὶ ἤδη ὑπὲρ κεφαλῆς ἡμῶν βραχεῖα νεφέλη πνεύματι βιαίῳ ὑποληφθεῖσα τὸν ὑετὸν ὤδινε, καὶ ἡμεῖς κατὰ τὸ Ἰσραηλιτικὸν θαῦμα, μέσοι πανταχόθεν τῶν ὑδάτων διειλημμένοι, ἄβροχοι τὴν μέχρις Οὐεστηνῆς ὁδὸν ἐπεράσαμεν· ἐν ᾗ καταχθέντων ἡμῶν ἤδη καὶ τὰς ἡμιόνους ἀναπαυσάντων, τότε παρὰ τοῦ θεοῦ ἐδόθη τῷ 6.4 ἀέρι τοῦ ὄμβρου τὸ σύνθημα. τριῶν δὲ ὡρῶν ἢ καὶ τεσσάρων ἐκεῖσε διαγαγόντων ἡμῶν, ὡς ἱκανῶς εἴχομεν τῆς ἀναπαύσεως, πάλιν διέσχεν ὁ θεὸς τὸν ὄμβρον, καὶ τὸ ὄχημα εὐδρομώτερον ἑαυτοῦ [ἢ πρόσθεν] ἦν, ἐν ὑγρῷ τε καὶ ἐπιπολαίῳ τῷ πηλῷ τοῦ τροχοῦ δι' εὐκολίας ἐνολι6.5 σθαίνοντος. ἔστι δὲ ὁδὸς ἀπ' ἐκείνου ἐπὶ τὴν πολίχνην ἡμῶν πᾶσα ἐπιποτάμιος, κατὰ ῥοῦν συγκατιοῦσα τῷ ὕδατι, χωρία τε συνεχῆ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, παρόδια τὰ πάντα καὶ οὐ πολλῷ τῷ μέσῳ ἀπ' ἀλλήλων διῳκισμένα. 6.6 πᾶσα τοίνυν ἡ ὁδὸς ἐκ τῆς ἐπαλλήλου ταύτης οἰκήσεως, τῶν μὲν ὑπαντώντων τῶν δὲ παραπεμπόντων κατὰ τὸ συνεχές, ἀνθρώπων ἐπεπλήρωτο πολὺ τῇ ἡδονῇ καταμιγνύν6.7 των τὸ δάκρυον. ἦν δὲ ψεκὰς ἀνεπαχθὴς τὸν ἀέρα ὑπονοτίζουσα· μικρὸν δὲ πρὸ τῆς πολίχνης εἰς βιαιότερον ὄμβρον τὸ ὑπερκείμενον συνεθλίβετο νέφος, ὥστε καθ' ἡσυχίαν ἡμῖν γενέσθαι τὴν εἴσοδον, μηδενὸς προαισθομένου 6.8 τῆς παρουσίας. ὡς δὲ ἤδη τῆς στοᾶς ἐντὸς ἐγενόμεθα, ἐπειδὴ διὰ ξηροῦ τοῦ ἐδάφους κατεκτύπει τὸ ὄχημα, οὐκ οἶδα ὅθεν ἢ ὅπως, ὡς ἐκ μηχανῆς τινος ἀθρόον ἀνεφάνη δῆμος κύκλῳ περὶ ἡμᾶς πεπυκνωμένοι, ὡς μηδὲ κατελθεῖν τοῦ ὀχήματος εὔπορον εἶναι· οὐ γὰρ ἦν εὑρεῖν τόπον κε6.9 νὸν ἀνθρώπων. μόγις δὲ πείσαντες ἡμῖν τε δοῦναι καιρὸν πρὸς τὴν κάθοδον καὶ ταῖς ἡμιόνοις ἐπιτρέψαι τὴν πάροδον, ᾔειμεν παρὰ τῶν περιρρεόντων ἡμᾶς κατὰ πᾶν μέρος συνθλιβόμενοι, ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν φιλοφρο 6.10 σύνην μικροῦ δεῖν καὶ λειποθυμίας γενέσθαι αἰτίαν. ὡς δὲ ἤδη