31
διαπερᾶσαι. τούτου χάριν περὶ πολλοῦ ποιοῦμαι τὴν εὐγνωμοσύνην τῶν τεχνιτῶν, ὥστε δυνηθῆναι πρὸς τὴν προκειμένην ἡμᾶς ἐξαρκέσαι σπουδὴν μὴ κωλυθέντας τῇ πενίᾳ, τῷ ἐπαινετῷ καὶ εὐκταίῳ 25.17 κακῷ. ἀλλὰ τούτοις μέν τι καὶ παιδιᾶς καταμέμικται· σὺ δέ μοι, ὦ ἄνθρωπε τοῦ θεοῦ, ὅπως ἂν δυνατὸν καὶ νενομισμένον ᾖ, οὕτω τοῖς ἀνθρώποις συνθέμενος θαρρῶν ἐπάγγειλαι πᾶσιν αὐτοῖς τὴν παρ' ἡμῶν εὐγνωμοσύνην καὶ τὴν τῶν μισθῶν ἀποπλήρωσιν· δώσομεν γὰρ ἀνελλιπῶς τὰ πάντα, τοῦ θεοῦ διὰ τῶν σῶν εὐχῶν καὶ ἡμῖν τὴν χεῖρα τῆς εὐλογίας ἀνοίγοντος.
26.τ τοῦ σοφιστοῦ Σταγειρίου πρὸς Γρηγόριον ἐπίσκοπον
26.1 Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον· σὺ δὲ ὅσῳ παρελήλυθας τοὺς
ἄλλους λογιότητι, τοσούτῳ μοι καὶ φόβον παρέχεις μὴ ἄρα ἰσχυρῶς ἐνστῇς πρὸς τὴν αἴτησιν. 26.2 ἀλλὰ ἀποθέμενος τὴν εἰς ἀντιλογίαν σοφίαν τὸν μεταδοτι κόν, ὦ θαυμάσιε, ζήλωσον τρόπον, κἀπειδὴ στρωτήρων δεόμεθα πρὸς <τὸ> τὸν οἶκον ἐρέψαι (κάμακας δ' ἂν εἶπεν ἄλλος σοφιστὴς [μᾶλλον] ἢ χάρακας, ἐγκαλλωπιζόμενος τοῖς ῥηματίοις μᾶλλον ἤπερ τῆς χρείας γινόμενος), νεῦσον πολλῶν ἑκατοντάδων δόσιν. σὺ μὲν γὰρ κἂν ἐκ τοῦ παραδείσου τεμεῖν βουληθῇς, δύναμιν ἔχεις· ἐγὼ δέ, εἰ μὴ σὺ δοίης, ὕπαιθρος διαχειμάσω. μεγαλοψύχησον οὖν, ὦ θαυμάσιε, γράμμα ἐπιθεὶς πρὸς τὸν Ὀσιηνῶν πρεσβύτερον τὴν δόσιν κελεῦον.
27.τ ἀντίγραφον τοῦ ἁγίου Γρηγορίου πρὸς τὸν σοφιστήν
27.1 Εἰ τὸ κερδαίνειν γριπίζειν λέγεται καὶ ταύτην ἔχει τὴν σημασίαν ἡ λέξις
ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφιστική σου ἡμῖν προεχειρίσατο δύναμις, σκόπησον, ὦ θαυμάσιε, τίς ἐστι μᾶλλον ἀγρίπιστος, ἡμεῖς οἱ οὕτως εὐκόλως ἀποχαρακούμενοι δι' ἐπιστολιμαίας δυνάμεως, ἢ τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους 27.2 ἐστί. τίς γὰρ τῶν ἐπισκόπων τοὺς λόγους ἐφορολόγησε; τίς τοὺς μαθητευομένους μισθοφόρους ἐποίησε; τούτῳ δὲ οἱ σοφισταὶ καλλωπίζονται, ὤνιον προτιθέντες τὴν ἑαυτῶν 27.3 σοφίαν ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὅσα ποιεῖς τῇ ἀπορρήτῳ σου καὶ μουσικῇ τῶν λόγων δυνάμει, ὅς γε κἀμὲ τὸν γέροντα ὑποσκιρτᾶν παρεκίνησας καὶ τοὺς ἀπείρους τῆς ὀρχήσεως ὑποκινεῖς πρὸς τὴν ὄρχησιν; 27.4 Ἐγὼ δὲ σοὶ τῷ κατὰ τὰς μελέτας τοῖς Μηδικοῖς ἐμπομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμοπύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας δοθῆναι προσέταξα, πάντας εὐμήκεις καὶ κατὰ τὸν σὸν Ὅμηρον δολιχοσκίουςοὕς μοι σώους ὁ ἱερὸς δεῖνα ἀποκαταστήσειν κατεπηγγείλατο, λέγων μὴ μυρίους μηδὲ δισμυρίους στρωτῆρας, ἀλλὰ τοσούτους ὅσους τῷ τε αἰτηθέντι χρῆσθαι καὶ τῷ λαβόντι εὐχερὲς ἀποδοῦναι.
28.1 Οἱ πρὸς τὸ ῥόδον ἔχοντες ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσιν· καί τινος ἤκουσα τοιοῦτό τι περὶ αὐτῶν παίζοντος ἢ τάχα που καὶ σπουδάζοντος, ὅτι καθάπερ ἐρωτικά τινα κνίσματα τοῖς ἐρασταῖς τοῦ ἄνθους ἡ φύσις τὰς λεπτὰς ἐκείνας ἀκάνθας προσέφυσεν, εἰς μείζονα πόθον τοῖς ἀπλήκτοις 28.2 κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα. ἀλλὰ τί μοι βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; πάντως οὐδὲν δεῖ σε παρ' ἡμῶν διδαχθῆναι τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ λόγου τοῦ σοῦ, ὅλον ἡμῖν τὸ ἔαρ τῆς εὐγλωττίας διαπετάσασα, μέμψεσι 28.3 δέ τισι καὶ ἐγκλήμασι καθ' ἡμῶν ἐξηκάνθωτο. ἀλλ' ἐμοὶ τῶν σῶν λόγων καθ' ἡδονήν ἐστι καὶ ἡ ἄκανθα πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα· ὥστε γράφε καὶ συνεχῶς γράφε, ὅπως ἂν ᾖ σοι φίλον τοῦτο ποιεῖν, εἴτε σεμνύνων, καθώς ἐστί σοι σύνηθες, εἴτε καὶ ὑποκνίζων διὰ τῶν μέμψεων. 28.4 Μελήσει δὲ πάντως ἡμῖν τοῦ μηδέποτέ σοι τῆς