1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

10

ἴσον ἀλλήλαις ἀντιμετρεῖσθαι διάστημα, ἡ ἐκ τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπάνοδος τῆς ἀνθρωπίνης φύσεως ὑπόθεσις ἡμῖν γίνεται τῆς μεγάλης ταύτης καὶ καθολικῆς ἑορτῆς, ἣν σύμπασα κατὰ ταὐτὸν ἑορτάζει ἡ τῶν ἀνθρώπων ζωὴ τῶν τὸ μυστήριον ἀναδε 4.2 ξαμένων τῆς ἀναστάσεως. τί μοι βούλεται τῆς ἐπιστολῆς ἡ ὑπόθεσις; ἐπειδὴ σύνηθές ἐστιν ἐν ταῖς πανδήμοις ταύς ἱερομηνίαις διὰ πάντων ἡμᾶς ἐπιδείκνυσθαι τὴν ἐγ κειμένην ταῖς ψυχαῖς ἡμῶν διάθεσιν, καί πού τινες τοῖς ἰδίοις δώροις δωροφοροῦντες τὴν εὐφροσύνην ἐπισημαί νουσι, καλῶς ἔχειν ἐνομίσαμεν μὴ παραδραμεῖν σε τῶν ἡμετέρων δώρων ἀγέραστον, ἀλλά σου τὴν ψυχὴν τὴν ὑψηλήν τε καὶ μεγαλόφρονα τοῖς πενιχροῖς ξενίοις ἐκ τῆς πτωχείας 4.3 ἡμῶν δεξιώσασθαι. ξένιον δὲ ἡμέτερον τὸ διὰ τοῦ γράμμα τός σοι προσαγόμενον αὐτὸ τὸ γράμμα ἐστίν, ἐν ᾧ λόγος μέν τις περιηνθισμένος ταῖς καλλιφώνοις τε καὶ εὐσυνθέ τοις τῶν λέξεων ἔστιν οὐδείς, ὡς διὰ τοῦτο δῶρον τὴν ἐπιστολὴν τοῖς φιλολόγοις νομίζεσθαι, ἀλλ' ὁ μυστικὸς χρυσὸς ὁ τῇ πίστει τῶν Χριστιανῶν οἷόν τινι ἀποδέσμῳ ἐνειλημμένος γένοιτο ἄν σοι δῶρον, ἐξαπλωθεὶς ὡς οἷόν τε διὰ τῶν γραμμάτων καὶ τὴν κεκρυμμένην λαμπηδόνα προδείξας.

4.4 Οὐκοῦν ἐπανακλητέον ἡμῖν τὸ προοίμιον. τί δήποτε προελθούσης μὲν πρὸς τὸ ἀκρότατον τῆς νυκτός, ὅτε οὐκ έτι προσθήκην ἡ νυκτερινὴ ἐπαύξησις δέχεται, τότε ἡμῖν διὰ σαρκὸς ἐπιφαίνεται ὁ τοῦ παντὸς περιδεδραγμένος καὶ κρατῶν ἐν τῇ ἰδίᾳ δυνάμει τὸ πᾶν, ὁ μηδὲ ὑπὸ πάντων τῶν ὄντων χωρούμενος, ἀλλὰ τὸ πᾶν περιέχων καὶ τῷ βραχυτάτῳ εἰσοικιζόμενος, οὕτω τῆς μεγάλης δυνάμεως τῷ ἀγαθῷ θελήματι συνδιεξιούσης καὶ κατὰ τὸ ἴσον, ὅπου περ ἂν ῥέψῃ τὸ θέλημα, ἐκεῖ ἑαυτὴν δεικνυούσης, ὡς μήτε ἐν τῇ κτίσει τῶν ὄντων ἀτονωτέραν τῆς βουλήσεως εὑρε θῆναι τὴν δύναμιν, μήτε ὁρμήσαντα τῷ ταπεινῷ τῆς φύ σεως ἡμῶν ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων συγκαταβῆναι, πρὸς αὐτὸ τοῦτο ἀδυνατῆσαι, ἀλλὰ καὶ ἐν τούτῳ γενέσθαι 4.5 καὶ μὴ διαφεῖναι τὸ πᾶν ἀκυβέρνητον; ἐπεὶ οὖν πάντως τις λόγος ἐπ' ἀμφοτέρων ἐστὶ τῶν καιρῶν, πῶς τότε μὲν διὰ σαρκὸς ἐπιφαίνεται, τῇ δὲ ἰσημερίᾳ τὸν εἰς γῆν ἀνα λυθέντα διὰ τῆς ἁμαρτίας ἄνθρωπον τῇ ζωῇ πάλιν ἀπο καθίστησι, ταῦτα διὰ βραχέων ὡς ἂν οἷός τε ὦ παραστήσας τῷ λόγῳ, δῶρον τὸ γράμμα ποιήσομαι. 4.6 Ἦ πάντως προέλαβες ἀπὸ ἀγχινοίας τὸ ὑποπτευόμενον ἐν τούτοις μυστήριον, ὅτι ἐγκόπτεται τῆς νυκτὸς ἡ πρόοδος τῇ τοῦ φωτὸς προσθήκῃ καὶ συστέλλεσθαι τὸ σκότος ἄρ χεται αὐξομένου ταῖς προσθήκαις τοῦ ἡμερινοῦ διαστήματος. τοῦτο γὰρ καὶ τοῖς πολλοῖς ἴσως ἂν γένοιτο φανερόν, ὅτι συγγενῶς ἔχει πρὸς τὴν ἁμαρτίαν τὸ σκότος, καὶ οὕτω τὸ 4.7 κακὸν παρὰ τῆς γραφῆς ὀνομάζεται. οὐκοῦν ἑρμηνεία τίς ἐστι τῆς ὑπὲρ τῶν ψυχῶν ἡμῶν οἰκονομίας ὁ καιρὸς ἐν ᾧ τὸ μυστήριον [ἡμῶν] ἄρχεται· ἔδει γὰρ πρὸς ἄπειρον ἤδη τῆς κακίας ἐκχυθείσης τὴν διὰ τῶν ἀρετῶν ἡμῖν λαμπο μένην ἡμέραν παρὰ τοῦ τὸ τοιοῦτον φῶς ταῖς ψυχαῖς ἡμῶν ἐντιθέντος <ἐπιφανῆναι>, ὥστε τὸν μὲν φωτεινὸν βίον εἰς ὅτι μήκιστον παρατείνεσθαι ταῖς ἀγαθαῖς προσθήκαις αὐ ξανόμενον, τὴν δὲ ἐν τῇ κακίᾳ ζωὴν διὰ τῆς κατ' ὀλίγον ὑφαιρέσεως εἰς ἐλάχιστον συσταλῆναι· ἡ γὰρ τῶν ἀγαθῶν 4.8 ἐπαύξησις τοῦ κακοῦ μείωσις γίνεται. ἡ δὲ ἰσημερία τὴν ἀναστάσιμον ἑορτὴν δεξαμένη τοῦτο δι' ἑαυτῆς ἑρμηνεύει, ὅτι οὐκέτι πρὸς ἀντίπαλον τάξιν ἀντικαταστήσεται, ἰσο παλῶς τῷ ἀγαθῷ τῆς κακίας συμπλεκομένης, ἀλλ' ὁ φω τεινὸς ἐπικρατήσει βίος, τοῦ ζόφου τῆς εἰδωλολατρείας ἐν 4.9 τῷ πλεονασμῷ τῆς ἡμέρας δαπανωμένου. οὗ χάριν καὶ τοῦ σεληναίου δρόμου τὸ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἀντιπρόσωπον δείκνυσιν αὐτὴν ταῖς τοῦ ἡλίου βολαῖς, πλη θύνουσαν παντὶ τῷ πλούτῳ τῆς λαμπηδόνος καὶ μηδεμίαν τοῦ σκότους διαδοχὴν ἐν τῷ μέρει γενέσθαι παρασκευάζου σαν· δυόμενον γὰρ διαδεξαμένη τὸν ἥλιον οὐ πρότερον αὐτὴ καταδύεται, πρὶν ταῖς ἀληθιναῖς αὐγαῖς τοῦ ἡλίου τὰς ἰδίας συμμίξειεν, ὥστε ἓν φῶς κατὰ τὸ συνεχὲς δια μεῖναι, κατὰ τὸ διάστημα τοῦ ἡμερινοῦ