29
συντετριμμένον. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Καὶ γὰρ καὶ νῦν ἕστηκεν εἰκὼν χρυσῆ, ἡ τοῦ μαμωνᾶ τυραννίς. Ἀλλὰ μὴ προσέχωμεν τοῖς τυμπάνοις, μηδὲ τοῖς αὐλοῖς, μηδὲ ταῖς κινύραις, μηδὲ τῇ λοιπῇ τοῦ πλούτου φαντασίᾳ· ἀλλὰ κἂν εἰς κάμινον ἐμπεσεῖν δέῃ πενίας, ἑλώμεθα, ὥστε μὴ προσκυνῆσαι ἐκείνῳ, καὶ ἔσται δρόσος ἐν μέσῳ διασυρίζουσα. Μὴ τοίνυν φρίττωμεν, πενίας ἀκούοντες κάμινον. Καὶ γὰρ καὶ τότε οἱ μὲν ἐμπεσόντες εἰς τὴν κάμινον ἀπεδείχθησαν λαμπρότεροι, οἱ δὲ προσκυνήσαντες ἀνῃρέθησαν. Ἀλλὰ τότε μὲν ὁμοῦ πάντα ἐγένετο· νῦν δὲ τὰ μὲν ἐνταῦθα ἔσται, τὰ δὲ ἐκεῖ, τὰ δὲ καὶ ἐνταῦθα καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ. Οἱ μὲν γὰρ ὑπὲρ τοῦ μὴ προσκυνῆσαι τὸν μαμωνᾶν πενίαν ἑλόμενοι, καὶ ἐνταῦθα καὶ τότε ἔσονται λαμπρότεροι· οἱ δὲ πλουτοῦντες ἐνταῦθα ἀδίκως, τότε τὴν ἐσχάτην δώσουσι δίκην. Ἀπὸ ταύτης καὶ Λάζαρος τῆς καμίνου ἐξῄει, τῶν παίδων ἐκείνων οὐχ ἧττον λαμπρός· ὁ δὲ ἐν τῇ τάξει τῶν προσκυνησάντων τὴν εἰκόνα πλούσιος ἐν γεέννῃ κατεδικάζετο. Καὶ γὰρ τὰ εἰρημένα τύπος ἐκείνων. Ὥσπερ οὖν ἐνταῦθα οἱ μὲν ἐμπεσόντες οὐδὲν ἔπαθον, οἱ δὲ ἔξω καθήμενοι μετὰ πολλῆς ἡρπάγησαν τῆς σφοδρότητος· οὕτω καὶ τότε ἔσται· οἱ μὲν ἅγιοι διὰ τοῦ ποταμοῦ τοῦ πυρὸς βαδίζοντες, οὐδὲν πείσονται ἀηδὲς, ἀλλὰ καὶ φαιδροὶ φανοῦνται· οἱ δὲ τὴν εἰκόνα προσκυνήσαντες, ὄψονται τὸ πῦρ αὐτοῖς θηρίου χαλεπώτερον παντὸς ἐπιπηδῶν, καὶ καθέλκον ἔνδον. Ὥστε εἴ τις διαπιστεῖ τῇ γεέννῃ, ταύτην ἰδὼν τὴν κάμινον, ἀπὸ τῶν παρόντων πιστευέτω τοῖς μέλλουσι, καὶ μὴ φοβείσθω πενίας κάμινον, ἀλλ' ἁμαρτίας κάμινον. Τοῦτο μὲν γὰρ φλὸξ καὶ ὀδύνη, ἐκεῖνο δὲ δρόσος καὶ ἄνεσις· κἀκείνῃ μὲν τῇ καμίνῳ παρέστηκεν ὁ διάβολος, ταύτῃ δὲ ἄγγελοι τινάσσοντες τὴν φλόγα. ιβʹ. Ταῦτα ἀκουέτωσαν οἱ πλουτοῦντες, οἱ τὴν κάμινον τῆς πενίας ἀνάπτοντες. Ἐκείνους μὲν γὰρ οὐδὲν βλάψουσι, τῆς δρόσου παραγενομένης αὐτοῖς· ἑαυτοὺς δὲ εὐχειρώτους ἐργάσονται τῇ φλογὶ, ἣν ἀπὸ τῶν ἰδίων ἀνῆψαν χειρῶν. Τότε μὲν οὖν ἄγγελος συγκατέβη τοῖς παισὶν ἐκείνοις· νυνὶ δὲ ἡμεῖς τοῖς ἐν καμίνῳ πενίας οὖσι συγκαταβῶμεν, καὶ διὰ τῆς ἐλεημοσύνης ἐργασώμεθα δρόσον, καὶ ἐκτινάξωμεν τὴν 57.54 φλόγα, ἵνα καὶ τῶν στεφάνων αὐτῶν γενώμεθα κοινωνοί· ἵνα καὶ τὴν φλόγα τῆς γεέννης ἡ τοῦ Χριστοῦ διασκεδάσῃ φωνὴ ἡ λέγουσα· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Αὕτη γὰρ ἡ φωνὴ τότε ἀντὶ δρόσου παραστήσεται ἡμῖν, διὰ μέσης συρίζουσα τῆς φλογός. Κατέλθωμεν τοίνυν μετὰ ἐλεημοσύνης εἰς τὴν τῆς πτωχείας κάμινον· ἴδωμεν τοὺς φιλοσοφοῦντας βαδίζοντας ἐν αὐτῇ, καὶ τοὺς ἄνθρακας πατοῦντας· ἴδωμεν τὸ θαῦμα τὸ καινὸν καὶ παράδοξον, ἄνθρωπον ἐν καμίνῳ ψάλλοντα, ἄνθρωπον ἐν πυρὶ εὐχαριστοῦντα, πενίᾳ προσδεδεμένον ἐσχάτῃ, καὶ πολλὴν φέροντα τὴν εὐφημίαν τῷ Χριστῷ. Καὶ γὰρ τοῖς παισὶν ἐκείνοις ἴσοι γίνονται οἱ πενίαν μετ' εὐχαριστίας φέροντες. Καὶ γὰρ πυρὸς φοβερώτερον ἡ πτωχεία, καὶ μᾶλλον ἐμπιπρᾷν εἴωθεν. Ἀλλὰ τοὺς παῖδας οὐκ ἐνέπρησεν ἐκείνους, ἀλλ' ἐπειδὴ χάριτας ὡμολόγησαν τῷ ∆εσπότῃ, καὶ τὰ δεσμὰ εὐθέως αὐτοῖς διελύετο. Οὕτω καὶ νῦν, ἂν ἐμπεσὼν εἰς πενίαν εὐχαριστήσῃς, καὶ τὰ δεσμὰ λύεται, καὶ ἡ φλὸξ σβέννυται· κἂν μὴ σβεσθῇ, τὸ πολλῷ θαυμαστότερον, ἀντὶ φλογὸς πηγὴ γίνεται· ὃ δὴ καὶ τότε συνέβη· καὶ ἐν καμίνῳ μέσῃ δρόσου καθαρᾶς ἀπέλαυον. Τὸ μὲν γὰρ πῦρ οὐκ ἔσβεσε, τὸ δὲ καυθῆναι τοὺς ἐμβληθέντας διεκώλυσε. Τοῦτο καὶ ἐπὶ τῶν φιλοσοφούντων ἔστιν ἰδεῖν· καὶ γὰρ ἐν πενίᾳ τῶν πλουτούντων ἀδεέστερον διάκεινται. Μὴ τοίνυν ἔξω τῆς καμίνου καθεζώμεθα, ἀνηλεῶς πρὸς τοὺς πένητας ἔχοντες, ἵνα μὴ πάθωμεν ὅπερ ἔπαθον τότε ἐκεῖνοι. Ἂν μὲν γὰρ καταβὰς πρὸς αὐτοὺς στήσῃ μετὰ τῶν παίδων, οὐκέτι σε οὐδὲν ἐργάσεται δεινὸν τὸ πῦρ· ἐὰν δὲ ἄνω καθήμενος περιίδῃς αὐτοὺς ἐν τῇ φλογὶ τῆς πενίας, κατακαύσει σε ἡ φλόξ. Κατάβηθι τοίνυν εἰς τὸ πῦρ, ἵνα μὴ κατακαῇς ὑπὸ τοῦ πυρός· μὴ καθίσῃς ἔξω τοῦ πυρὸς, ἵνα μή σε ἁρπάσῃ ἡ φλόξ. Ἂν μὲν γὰρ ἴδῃ σε μετὰ τῶν πενήτων, ἀποστήσεταί σου· ἂν δὲ ἀλλοτριούμενον αὐτῶν, ἐπιδραμεῖταί σοι ταχέως, καὶ ἁρπάσεταί σε. Μὴ