1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

30

κατ ορθώμασι, καὶ ἐξουθενεῖν τοὺς λοιπούς. Κεφάλ. αʹ. ΛΟΥΚΑΣ. Εἶπε δὲ πρός τινας τοὺς πεποιθότας ἐφ' ἑαυτοῖς, ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς, τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, ὁ δὲ ἕτερος τελώνης. Ὁ Φαρισαῖος, σταθεὶς, πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Νηστεύω δὶς τοῦ Σαββάτου· ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης, μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι· ἀλλ' ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδι καιωμένος εἰς τὸν οἶκον αὑτοῦ, ἤπερ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται· καὶ ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.

ΟΡΟΣ ΝΗʹ. Ὅτι οὐ δεῖ νομίζειν δωρεὰν Θεοῦ διὰ χρημάτων ἢ καὶ δι' ἄλλης

τινὸς ἐπινοίας κτᾶσθαι. Κεφάλ. αʹ. ΠΡΑΞΕΙΣ. Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπι θέσεως τῶν χειρῶν τῶν

ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, 31.789 λέγων· ∆ότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστι σοι μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον τοῦ Θεοῦ. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Ὅτι κατὰ ἀναλογίαν τῆς πίστεως ἑκάστῳ δίδοται παρὰ Θεοῦ χαρίσματα πρὸς τὸ συμφέρον. Κεφάλ. βʹ. ΠΡΟΣ ΡΩΜ. Ἔχοντες δὲ χαρίσματα, κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν, διάφορα, εἴτε προφη τείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. ΠΡΟΣ ΚΟΡ. αʹ. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσμα τα ἰαμάτων· ἄλλῳ προφητεία· ἄλλῳ διακρίσεις πνευμάτων· ἑτέρῳ δὲ γένη γλωσσῶν· ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ὅτι δεῖ τὴν χάριν τοῦ Θεοῦ δωρεὰν λαμβάνοντα δω ρεὰν διδόναι, καὶ μὴ πραγματεύεσθαι αὐτὴν πρὸς τὰς ἰδίας ἡδονάς. Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε χρυσίον, μηδὲ ἀργύ ριον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. ΠΡΑΞΕΙΣ. Εἶπε δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγει ραι καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρεν αὐτόν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Οὔτε γὰρ ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων. ∆υνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ἀλλ' ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν. Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μετα δοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε. Ὅτι ὁ τὴν πρώτην παρὰ Θεοῦ δωρεὰν εὐγνωμόνως δεξάμενος, καὶ σπουδαίως κατεργασάμενος εἰς τὴν 31.792 δόξαν τοῦ Θεοῦ, καὶ ἑτέρων καταξιοῦται· ὁ δὲ μὴ τοιοῦτος τήν τε προϋπάρχουσαν ἀφαιρεῖται, καὶ τῆς ἡτοιμασμένης οὐ καταξιοῦται, καὶ τιμω ρίᾳ παραδίδοται. Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶ πον αὐτῷ· ∆ιὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια