30
τούτου τὴν αὐτὴν ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, ὁμοῦ καὶ τῆς πονηρίας αὐτοῦ ἦν διάδοχος· τοῖς γὰρ αὐτοῖς κακοῖς τοὺς Ἰουδαίους ὑπέβαλλε. Καὶ θρήνου πολλοῦ περιέχοντος αὐτοὺς, ὁ Θεὸς οἶκτον λαβὼν αὐτῶν, τὸν Μωϋσῆν ἐξέπεμψεν εἰς τὴν Αἴγυπτον, προστάττων τῷ Φαραὼ ἀπολῦσαι τῶν Ἰουδαίων τὸ ἔθνος εἰς τὴν ἔρημον, ὥστε λατρεῦσαι αὐτῷ. Ἐπὶ γοῦν τῇ τοιαύτῃ ῥήσει τοῦ Μωϋσέως χαλεπήνας ὁ Φαραὼ, εἰς εἰρκτὴν παραχρῆμα ἐμβληθῆναι αὐτὸν προσέταξε· καὶ διὰ τῆς νυκτὸς σεισμῷ διεσείσθη πᾶσα ἡ γῆ, ὡς τινὰς τῶν φυλάκων ἐκ τοῦ δέους ψυχοῤῥαγῆσαι, τινὰς δὲ ὕπνῳ βαθεῖ παραθεῖναι τὰ μέλη· αὐτὰς δὲ τὰς πύλας τῆς εἱρκτῆς ἀναπετασθῆναι, καὶ ἐξελθεῖν τὸν Μωϋσῆν, καὶ παραγενέσθαι νυκτὸς εἰς τὰ βασίλεια· καὶ γὰρ κἀκείνου αἱ θύραι κλονουμένης τῆς γῆς διέστησαν· καὶ πάντων τῶν σωματοφυλάκων καθευδόντων, διύπνησε τὸν Φαραὼ λέγων· «Ὁ Θεὸς ἐξαπέστειλέ με ἀπολῦσαι προστάττων σοι τὸν τῶν Ἰουδαίων λαόν.» Ὁ δὲ καταπλαγεὶς ἠρώτα καὶ ποῖος οὗτός ἐστι, καὶ τί τὸ ὄνομα τοῦ ἀποστείλαντος αὐτὸν Θεοῦ· ὁ δὲ Μωϋσῆς, προκύψας εἰς τὴν ἀκοὴν αὐτοῦ, τοῦ Θεοῦ τὸ ὄνομα αὐτῷ διεσάφησε· καὶ μὴ καρτερήσας τὴν ἀκοὴν ὁ Φαραὼ, ἐπὶ τῆς γῆς ἔπεσεν ἄφωνος. Καὶ προσελθὼν ἤγειρεν αὐτὸν ὁ Μωϋσῆς, καὶ εἰς δέλτον τὸ πανάγιον ὄνομα ἐγχαράξας, ἐσφράγισε· καί τις τῶν παρ' Αἰγυπτίοις ἱερέων, φαυλίσαι τοῦτο τολμήσας τὸ ὄνομα, σπασμονῇ εὐθέως τὸν βίον κατέλυσε. Ὁ δὲ Φαραὼ ποιῆσαί τι σημεῖον τὸν Μωϋσῆν ἐπέτρεπε· καὶ ὁ Μωϋσῆς, ἣν κατεῖχε ῥάβδον ἀφεὶς ἐπὶ τῆς γῆς, εἰς ὄφιν αὐτὴν μετέβαλε· καὶ πάλιν αὐτῆς ἁψάμενος, εἰς τὸ ἀρχαῖον ἀποκατέστησε. 788 Τούτου δὲ ἐπὶ τοῦτο μὴ εἴξαντος ἀπολῦσαι τὸν λαὸν, εὐξαμένου τοῦ Μωϋσέως πρὸς τὸν Θεὸν, σεισμὸς μέγας μετὰ χαλάζης ἐνέσκηψεν, ὡς τὸν φεύγοντα ἐκ τῶν δωμάτων τὸν σεισμὸν ὑπὸ τῆς χαλάζης ἀπόλλυσθαι, τοὺς δ' αὖ πάλιν τὴν χάλαζαν ἐκκλίνειν σπεύδοντας ὑπὸ τοῦ σεισμοῦ καταφθείρεσθαι. Ὡς δὲ καὶ ἐπὶ τοῦτο ἔμεινεν ἀδυσώπητος, τῇ ῥᾴβδῳ τὸ Νειλώϊον ὕδωρ ἐπάταξε, καὶ τὴν Αἴγυπτον πλημμυρήσας ὁ ποταμὸς, μικροῦ δεῖν πᾶσαν ἐπέκλυσεν, ὡς ἔκτοτε ἄχρι τοῦ νῦν ποιεῖσθαι αὐτὸν τὴν κατάβασιν. Ὁ γοῦν Φαραὼ, τοὺς ὑπὲρ Μέμφιν ἱερεῖς προσκαλεσάμενος, ἠπείλησεν αὐτούς τε καὶ πάντας τοὺς τῶν εἰδώλων ἐξαφανίσαι σηκοὺς, εἰ μὴ τῷ Μωϋσῇ παραπλησίως τερατουργήσειαν. Οἱ δὲ, ταῖς εἰωθυίαις γοητείαις χρησάμενοι, δράκοντας ἐξέρπειν ἐποίησαν, καὶ τὸν ποταμὸν δοκήσει μετέχρωσαν, ὡς ἐκ τούτου τυφωθέντα τὸν Φαραὼ τιμωρίᾳ μεγίστῃ τοὺς Ἰουδαίους ὑποβαλεῖν. Καὶ ὁ Μωϋσῆς, τῇ ῥάβδῳ παίσας τὴν γῆν, πτηνόν τι ζῶον ἐξερπύσαι αὐτὴν παρεσκεύασεν, ὅπερ τοῖς σώμασιν ἐφιζάνον τῶν Αἰγυπτίων ἑλκώσεις ἀνιαρὰς αὐτοῖς παρείχετο, ὡς μηδεμίαν τὴν ἰατρικὴν ποιῆσαι τούτοις ἐπικουρίαν δύνασθαι. Ὡς δὲ καὶ ἐπὶ τῆς μάστιγος ταύτης ἐσκληρύνθη Φαραὼ, τελευταῖον θανάτῳ τὰ πρωτότοκα τῆς Αἰγύπτου πάσης ὑπέβαλε. Καὶ πένθους ἐπὶ τοῦτο ἀμέτρου καταλαβόντος τὴν Αἴγυπτον, ἀπὸ τῆς χώρας παγγενῆ πάντας ὁ Φαραὼ τοὺς Ἰουδαίους ἐξέπεμψε· καὶ πολλὴν οὗτοι ὁδὸν διανύσαντες, καὶ τοὺς Ἀραβίας διαβάντες ποταμοὺς, τριταῖοι ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν παρεγένοντο. Τοῦ δὲ Θεοῦ τὴν καρδίαν σκληρύναντος τοῦ Φαραὼ, πάλιν οἱ Αἰγύπτιοι ἐπιλησθέντες τῶν προλαβόντων κακῶν, τοὺς Ἰσραηλίτας ἅμα τῷ Φαραὼ ἐπεδίωκον. Μηδεὶς δὲ ὑπολάβῃ τὸν Φαραὼ ὑπὸ τοῦ Θεοῦ εἰς ἀναισθησίαν τῶν πραττομένων χωρεῖν ἐκβιάζεσθαι· ἀδικίας γὰρ ἵσως τοῦ Θεοῦ ὁ τοιοῦτος καταψηφίζεται φάσκων· Εἰ αὐτὸς σκληρύνει τὴν καρδίαν, τί μέμφεται τῷ σκληρυνομένῳ; Ἀλλὰ γινωσκέτω, ὅτι ἀνοχὴ τῶν μαστίγων αἰτία τῆς πωρώσεως αὐτῷ ἐγίνετο· ἡνίκα γὰρ ἐπῆγεν ἐπ' αὐτὸν τὰς πληγὰς, ἀπολύειν τὸν λαὸν ἐπηγγείλατο· ἡνίκα δὲ ἠφίει τῶν βασάνων αὐτὸν, ἐσκληρύνετο· τοῦτο γὰρ ἐπὶ λέξεως σημαίνει καὶ ἡ Γραφὴ λέγουσα·