30
συνεχόντων αὐτοὺς κακῶν ἀπαλλαγήν· ὁ δὲ μὴ δυνάμενος ταύτην παρασχεῖν, κἂν μυρίας λέγῃ προφάσεις, οὐδέποτε τὴν κατάγνωσιν φεύξεται τὴν παρ' ἐκείνων. Ἐπειδὴ δὲ προστασίας ἐμνήσθην, φέρε σοι καὶ ἑτέραν μέμψεων ἀποκαλύψω πρόφασιν· εἰ γὰρ μὴ καθ' ἑκάστην ἡμέραν μᾶλλον τῶν ἀγοραίων περινοστεῖ τὰς οἰκίας ὁ τὴν ἐπισκοπὴν ἔχων, προσκρούματα ἐντεῦθεν ἀμύθητα· οὐδὲ γὰρ ἀρρωστοῦντες μόνον, ἀλλὰ καὶ ὑγιαίνοντες ἐπισκοπεῖσθαι βούλονται, οὐ τῆς εὐλαβείας αὐτοὺς ἐπὶ τοῦτο προκαλουμένης, τιμῆς δὲ καὶ ἀξιώματος οἱ πολλοὶ ἀντιποιούμενοι μᾶλλον. Εἰ δέ ποτε συμβαίη τινὰ τῶν πλουσιωτέρων καὶ δυνατωτέρων, χρείας τινὸς κατεπειγούσης, εἰς τὸ κοινὸν τῆς Ἐκκλησίας κέρδος συνεχέστερον ἰδεῖν, εὐθέως ἐντεῦθεν θωπείας καὶ κολακείας προσετρίψατο δόξαν. Καὶ τί λέγω προστασίας καὶ ἐπισκέψεις; Ἀπὸ γὰρ τῶν προσρήσεων μόνον τοσοῦτο φέρουσιν ἐγκλημάτων ἄχθος ὡς καὶ βαρύνεσθαι καὶ καταπίπτειν ὑπὸ τῆς ἀθυμίας πολλάκις, ἤδη δὲ καὶ βλέμματος εὐθύνας ὑπέχουσι· τὰ γὰρ ἁπλῶς παρ' αὐτῶν γινόμενα βασανίζουσιν ἀκριβῶς οἱ πολλοὶ καὶ μέτρον φωνῆς ἐξετάζοντες καὶ διάθεσιν ὄψεως καὶ ποσότητα γέλωτος. Τὸν μὲν δεῖνα, φησί, δαψιλῶς ἐπεγέλασε καὶ φαιδρῷ τῷ προσώπῳ καὶ μεγάλῃ προσεῖπε τῇ φωνῇ, ἐμὲ δὲ ἔλαττον καὶ ὡς ἔτυχε· καὶ ἂν πολλῶν συγκαθημένων μὴ πανταχοῦ περιφέρῃ τοὺς ὀφθαλμοὺς διαλεγόμενος, ὕβριν τὸ πρᾶγμά φασιν οἱ πολλοί. Τίς οὖν μὴ λίαν ἰσχυρὸς ὢν τοσούτοις ἂν ἀρκέσειε κατηγόροις ἢ πρὸς τὸ μηδ' ὅλως γραφῆναι παρ' αὐτῶν ἢ πρὸς τὸ διαφυγεῖν μετὰ τὴν γραφήν; ∆εῖ μὲν γὰρ μηδὲ ἔχειν κατηγόρους· εἰ δὲ τοῦτο ἀδύνατον, ἀπολύεσθαι τὰ παρ' ἐκείνων ἐγκλήματα· εἰ δὲ οὐδὲ τοῦτο εὔπορον, ἀλλὰ τέρπονταί τινες εἰκῇ καὶ ἁπλῶς αἰτιώμενοι, γενναίως πρὸς τὴν τῶν μέμψεων τούτων ἀθυμίαν ἵστασθαι. Ὁ μὲν γὰρ δικαίως ἐγκαλούμενος κἂν ἐνέγκῃ τὸν ἐγκαλοῦντα ῥᾳδίως· ἐπειδὴ γὰρ οὐκ ἔστι πικρότερος τοῦ συνειδότος κατήγορος, διὰ τοῦτο, ὅταν ὑπ' ἐκείνου τοῦ χαλεπωτάτου πρότερον ἁλῶμεν, τοὺς ἔξωθεν ἡμερωτέρους ὄντας εὐκόλως φέρομεν. Ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδέναι πονηρὸν ἔχων, ὅταν ἐγκαλῆται μάτην, καὶ πρὸς ὀργὴν ἐκφέρεται ταχέως καὶ πρὸς ἀθυμίαν καταπίπτει ῥᾳδίως, ἂν μὴ πρότερον ᾖ τῇ ψυχῇ μεμελετηκὼς τὰς τῶν πολλῶν φέρειν ἀνοίας· οὐ γὰρ ἔστιν, οὐκ ἔστι συκοφαντούμενον εἰκῇ καὶ καταδικαζόμενον μὴ ταράττεσθαι καὶ πάσχειν τι πρὸς τὴν τοσαύτην ἀλογίαν. Τί ἄν τις λέγοι τὰς λύπας ἃς ὑπομένουσιν, ἡνίκα ἂν δέῃ τινὰ τοῦ τῆς Ἐκκλησίας περικόψαι πληρώματος; Εἴθε μὲν οὖν μέχρι λύπης ἵστατο τὸ δεινόν. Νῦν δὲ καὶ ὄλεθρος οὐ μικρός· δέος γὰρ μή ποτε πέρα τοῦ δέοντος κολασθεὶς ἐκεῖνος πάθῃ τοῦτο δὴ τὸ ὑπὸ τοῦ μακαρίου Παύλου λεχθέν, «ὑπὸ τῆς περισσοτέρας λύπης καταποθῇ». Πλείστης οὖν κἀνταῦθα δεῖ τῆς ἀκριβείας ὥστε μὴ τὴν τῆς ὠφελείας ὑπόθεσιν μείζονος αὐτῷ γενέσθαι ζημίας ἀφορμήν. Ὧν γὰρ ἂν ἁμάρτῃ μετὰ τὴν τοιαύτην θεραπείαν ἐκεῖνος, κοινωνεῖ τῆς ἐφ' ἑκάστῳ τούτων ὀργῆς ὁ μὴ καλῶς τὸ τραῦμα τεμὼν ἰατρός. Πόσας οὖν χρὴ προσδοκᾶν τιμωρίας ὅταν μὴ μόνον ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἐπλημμέλησεν ἀπαιτῆται λόγον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἑτέροις ἁμαρτηθέντων εἰς τὸν ἔσχατον καθίσταται κίνδυνον; Εἰ γὰρ τῶν οἰκείων πλημμελημάτων εὐθύνας ὑπέχοντες φρίττομεν, ὡς οὐ δυνησόμενοι τὸ πῦρ ἐκφυγεῖν ἐκεῖνο, τί χρὴ πείσεσθαι προσδοκᾶν τὸν ὑπὲρ τοσούτων ἀπολογεῖσθαι μέλλοντα; Ὅτι γὰρ τοῦτό ἐστιν ἀληθές, ἄκουσον τοῦ μακαρίου λέγοντος Παύλου, μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ· «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες.» Ἆρα μικρὸς οὗτος ὁ τῆς ἀπειλῆς φόβος; Οὐκ ἔστιν εἰπεῖν. Ἀλλὰ καὶ τοὺς σφόδρα ἀπειθεῖς καὶ σκληροὺς ἱκανὰ ταῦτα πάντα πεῖσαι ὡς οὔτε ἀπονοίᾳ οὔτε φιλοδοξίᾳ ἁλόντες, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότες μόνον καὶ εἰς τὸν τοῦ πράγματος ὄγκον